# Commentarii in Joannem 1.370

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.370

ἱερᾶς τε καὶ θείας τοῦ Σωτῆρος αὐλῆς. τὸ γεμὴν ἔξω τοῦ καταπετάσματος ὁρᾶσθαι τὸν λύχνον, ἔοικεν ὑποδηλοῦν, ὅτι τὸν ἁπλούστερόν τε καὶ εἰσαγωγικὸν εἰσοίσει φωτισμὸν, "Μετανοεῖτε λέγων, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν·" τῶν δὲ ἔσω τοῦ καταπετάσματος ἀποκεκρυμμένων, δηλαδὴ τοῦ Σωτῆρος ἡμῶν μυστηρίων, οὐδὲν ὅλως ἐπιδεικνύει. οὐ γὰρ ἐβάπτισεν εἰς μετουσίαν Ἁγίου Πνεύματος, οὐδὲ εἰσήνεγκεν ὁ παρ' αὐτοῦ φωτισμὸς εἰς τὸ ἔσω τοῦ καταπετάσματος· ἦν γὰρ ἐπὶ τῆς ἔξω σκηνῆς "τῆς ἐχούσης ἔτι τὴν "στάσιν" κατὰ τὴν τοῦ Παύλου φωνήν. ἐπειδὴ δέ φησιν, ὅτι καὶ "Καύσει αὐτὸν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέ"ρας ἕως πρωῒ ἐναντίον Κυρίου, νόμιμον αἰώνιον εἰς τὰς "γενεὰς ὑμῶν," τοιῶσδε πάλιν νοῆσαι προσήκειν οἶμαι τὸ εἰρημένον. Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τοὺς ἐν ταῖς ἐκκλησίαις κατὰ καιρὸν ἱερουργοῦντας ὑποσημαίνουσι, τουτέστι τοὺς ἐν αὐταῖς διδασκάλους, καὶ τῶν θείων θυσιαστηρίων λειτουργούς· οὗτοι τὸν λύχνον τὸν νοητὸν, τουτέστι τὸν Ἰωάννην, ἀεὶ διαλάμποντα τηρεῖν ἐπιτάττονται· τοῦτο γάρ ἐστι τό "Καύσουσιν αὐτὸν ἀπὸ ἑσπέρας ἕως πρωΐ." ὁ γὰρ σύμπας καιρὸς, ἐν ᾧ προσῆκε τὸ τοῦ λύχνου φαίνεσθαι φῶς, τὸ μῆκός ἐστι τῆς νυκτὸς, δι' οὗ σημαίνεται τοῦ παρόντος αἰῶνος τὸ μέτρον. φῶς γὰρ τὸν μέλλοντα νοοῦμεν αἰῶνα. καίεται γεμὴν, ἤτοι λαμπρὸς ὁ λύχνος διαφυλάττεται, δεκτὴν ἀεὶ τοῖς πιστεύουσιν εἰς Χριστὸν τὴν ἐπ' αὐτῷ δᾳδουχίαν ποιούμενος, καὶ ὅτιπέρ ἐστιν ἀληθὴς τὰ τοιαῦτα λέγων περὶ Χριστοῦ διὰ φωνῆς τῶν κατὰ καιροὺς ἱερέων ἐπιμαρτυρούμενος. Ἵνα δέ σε διδάξῃ Θεὸς, ὅτι διὰ τούτου τὸν τοῦ Σωτῆρος προανετύπου προάγγελον, εὐθὺς ἐπισυνάπτει τὴν τῶν ἱερα-

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
