# Commentarii in Joannem 1.373

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.373

γὰρ λόγοις ἔτι καὶ ταῖς ἐξ ἀνθρώπων ψήφοις ἐπισεμνύνομαι, οὐδὲ τὰς ἐκ ῥημάτων ψιλῶν συλλέγειν ἐπ' ἐμαυτῷ μαρτυρίας οἰήσομαι δεῖν, ἀξιολογωτέροις δὲ καὶ πολὺ μείζοσι τῶν εἰρημένων ἐπιτρέψω τὰ κατ' ἐμαυτὸν, καὶ ἐξ αὐτῆς ἤδη καταλαμπρύνω τῆς ἐν ἔργοις μεγαλειότητος, ὅτι Θεὸς κατὰ φύσιν εἰμὶ, καὶ ἐκ Θεοῦ πέφηνα Πατρὸς, ἀδικῶ δὲ οὐδὲν τοὺς ἐμοὺς, ἐφ' ὅπερ ἂν βούλωμαι μεταῤῥυθμίζων, νόμους, καὶ ἐκ τῆς κατὰ τὸ γράμμα παχύτητος εἰς πνευματικὴν θεωρίαν μεταστοιχειῶν τὰ τοῖς ἀρχαιοτέροις αἰνιγματωδῶς εἰρημένα. κατανοείτω δὲ πάλιν ὁ φιλομαθὴς, ὅτι λέγων ὁ Σωτὴρ διὰ τῶν ἔργων ἐπιμαρτύρεσθαι καλῶς εἰς τὸ εἶναι κατὰ φύσιν Θεὸς, ἐκδιδάσκει σαφῶς, ὡς οὐκ ἂν εἴη τῶν ἐνδεχομένων ἀπαραλλάκτως ἐνυπάρχειν τινὶ τὴν Θεῷ πρέπουσαν ἐνέργειάν τε καὶ δύναμιν, εἰ μὴ καὶ αὐτὸς κατὰ φύσιν ὑπάρχοι Θεός. μαρτυρεῖται γὰρ διὰ τῶν ἔργων, οὐ καθ' ἕτερον οἶμαι τρόπον, ἀλλὰ κατὰ τοῦτον αὐτόν. εἰ γὰρ τῶν τοῦ γεννήσαντος ἔργων ὁρᾶται τελειωτὴς, καὶ ἅπερ ἂν ἐκείνῳ καὶ μόνῳ φαίνοιτο πρεπωδέστερα, ταῦτα καὶ αὐτὸς ἐξ οἰκείας ἰσχύος ἀποπληροῖ· πῶς οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς, ὅτι τὴν αὐτὴν ἐκείνῳ φύσιν ἀπεκληρώσατο, καὶ τοῖς τοῦ τεκόντος ἰδιώμασι διαλάμπων, ὡς ἐξ αὐτοῦ, τὴν ἴσην αὐτῷ δύναμίν τε καὶ ἐνέργειαν ἔχει; εἰληφέναι γεμὴν παρ' αὐτοῦ τὰ ἔργα φησὶν, ἢ διὰ τὸ τῆς ἀνθρωπότητος σχῆμα καὶ τὴν τοῦ δούλου μορφὴν, ταπεινότερόν πως ἤπερ ἐχρῆν καὶ τοῦτο λαλῶν οἰκονομικῶς, ἢ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐδοκίαν τε καὶ συναίνεσιν, τὴν ἐφ' ἅπασι τοῖς παραδόξως ἐπιτελουμένοις, τῷ τῆς δόσεως ἀποσεμνύνων ὀνόματι. οὕτω γὰρ καὶ ἀπεστάλθαι διισχυρίζεται, ἅτε δὴ καὶ κενώσας ἑαυτὸν, καθὰ γέγραπται, τῆς ἀκράτως πρεπούσης ἀξίας τῷ Θεῷ διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν· ἐταπείνωσε γὰρ ἑαυτὸν, καὶ τὴν τοῦ τεταπεινῶσθαι σμικροπρέπειαν οὐκ ἐν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
