# Commentarii in Joannem 1.374

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.374

ἑτέροις εὑρήσομεν τρόποις, ἢ ἐφ' οἷσπερ ἂν ὡς ἄνθρωπος ἔσθ' ὅτε λαλῇ. τούτῳ συνᾴδει τὸ διὰ τοῦ ψαλμῳδοῦ πάλιν ὡς ἐξ αὐτοῦ δι' ἡμᾶς ἀνθρωποπρεπῶς εἰρημένον "Ἐγὼ δὲ "κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον "αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα Κυρίου." ὁ γὰρ βασιλεὺς ὢν ἀεὶ μετὰ τοῦ Πατρὸς, ὁ σύνθρονός τε καὶ σύνεδρος, ὡς Θεὸς Θεῷ τῷ γεννήσαντι, κεχειροτονῆσθαί φησιν εἰς βασιλέα καὶ κύριον, ἅπερ εἶχεν ὡς Θεὸς λαμβάνειν εἰπὼν, ὅτε πέφηνεν ἄνθρωπος, ᾧ τὸ βασιλεύειν κατὰ φύσιν οὐκ ἔνεστιν, ἀλλὰ γὰρ καὶ τὸ τῆς κυριότητος ὄνομά τε καὶ πρᾶγμα πάντως ἐπακτόν.

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
