Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.375
Not analysed yet
ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέσταλκεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. ΟΥΧ ἁπλῆν ἄν τις ἴδοι νοημάτων διασκευὴν τῷ προτεθέντι πάλιν ἐπιχεομένην ῥητῷ, ἀλλὰ κεκρυμμένων θεωρημάτων ἑσμὸν, πολὺ δὴ λίαν εὐκόλως τὸν τῶν ἀζητήτως ἐπακροωμένων παριππεύοντα νοῦν, μόνοις δὲ τάχα τοῖς πικρότερον ἐξετάζουσιν ὁρᾶσθαι καταδεχόμενον. τί γὰρ δὴ τὸ πεπεικὸς, ἐρεῖ τις τυχὸν, ἀπὸ τῆς θεοπρεποῦς ἐνεργείας μαρτυρεῖσθαι λέγοντα τὸν Ἰησοῦν, ὡς ἐπί τι τῶν παρακειμένων ἐλθεῖν τὸ πολὺ λίαν ἀπεσχοινισμένον, τὸ μήτε ἀκηκοέναι φημὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς φωνῆς τοὺς Φαρισαίους πώποτε, μήτε μὴν τεθεᾶσθαι τὸ εἶδος αὐτοῦ, ἀλλὰ μηδὲ τὸν λόγον ἔχειν ἐνοικοῦντα αὐτοῖς τὸν ἐκείνου. καὶ συνθήσομαί γε, καὶ πᾶς τις οἶμαι τῶν ἄλλων, ὡς οὐκ ἔξω τοῦ πρέποντος γένοιτ' ἂν ἡ τοιαύτη παρά τινων ἐπαπόρησις. ποῖον οὖν ἄρα τοῖς προκειμένοις ἐφαρμόσομεν νοῦν, τί δὲ πάλιν εὑρεσιλογοῦντες ἐξαρτύσομεν, τῆς ἀληθείας ἐχόμενοι πανταχῆ, διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τε καὶ χάριτος ἐξειπεῖν πειράσομαι.