# Commentarii in Joannem 1.376

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.376

Ἔθος τῷ Σωτῆρι Χριστῷ, ποιουμένῳ πολλάκις τὰς ἐπωφελεῖς διαλέξεις πρὸς τοὺς ἀσυνέτους μάλιστα Φαρισαίους, εἰς τὸ τῆς καρδίας αὐτῶν ἀτενίζειν βάθος, καὶ περισκέπτεσθαι θεοπρεπῶς τὰ ἐν λογισμοῖς ἀφώνως ἔτι κατὰ τὸν νοῦν στρεφόμενά τε καὶ ἀνακινούμενα, καὶ πρὸς ταῦτα μάλιστα καὶ τὰς ἀποκρίσεις ποιεῖσθαι καὶ τοὺς λόγους ἔσθ' ὅτε καὶ τοὺς ἐλέγχους ἐπ' αὐτοῖς, καὶ οὐ πάντως τῶν οἰκείων ῥημάτων ἀνεξίτητον διατηρεῖ τὸν εἱρμὸν, ἀλλὰ πρὸς ὅπερ ἂν ἐκεῖνοι βουλεύωνται καὶ καθ' ἑαυτοὺς ἐννοῶσι, δριμὺς ὑπαντᾷ, καὶ διὰ τούτου δεικνὺς, ὅτι πέρ ἐστι κατὰ φύσιν Θεὸς, ὡς γινώσκων τὰ ἐν τῷ βάθει κείμενα, καὶ καρδίας ἐρευνῶν καὶ νεφρούς· δεχέσθω δὲ, εἴ τῳ δοκεῖ, τὴν ἐπὶ τοῖς εἰρημένοις ἐναργεστάτην ἀπόδειξιν παρὰ τῶν ἑτέρων εὐαγγελιστῶν, Λουκᾶ δὴ φημὶ καὶ τῶν σὺν αὐτῷ. γέγραπται τοίνυν ἐν τοῖς εὐαγγελίοις, ὡς ἦσάν ποτε συνεληλυθότες ἀπὸ πάσης τῆς περιχώρου τῆς Ἰουδαίας Φαρισαῖοι καὶ νομοδιδάσκαλοι. "Καὶ ἰδοὺ, φησὶν, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς "ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι "ἐνώπιον αὐτοῦ· καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν "διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων "καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν "τοῦ Ἰησοῦ. καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυ"τικῷ Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· καὶ "ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι "λέγοντες Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύνα"ται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; ἐπιγνοὺς δὲ ὁ "Ἰησοῦς, φησὶ, τοὺς διαλογισμοὺς αὐτῶν, ἀποκριθεὶς εἶπε "πρὸς αὐτούς Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί "ἐστιν εὐκοπώτερον εἰπεῖν Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
