# Commentarii in Joannem 1.382

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.382

ἔργων ἀτονήσαι Θεός; τί δ' οὐκ ἂν ἐξανύσῃ Θεὸς θελήσας, καὶ λίαν εὐκόλως; ἐλάλει τοιγαροῦν ὁ Μωυσῆς, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. καὶ ὁ μὲν τύπος ἐν τούτοις· ἴδωμεν δὲ τὴν ἀλήθειαν. ἔχεις τοιγαροῦν ἐν εὐαγγελίοις τοῖς ἁγίοις λαλοῦντα τὸν Κύριον "Πάτερ, δόξασόν σου τὸν Υἱὸν," ἀποκρινόμενον δὲ διὰ φωνῆς τὸν Πατέρα "Καὶ ἐδόξασα καὶ "πάλιν δοξάσω." οὐκ εἶναι δὲ τὴν φωνὴν ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Σωτὴρ ἔδειξεν, εἰπὼν τοῖς τὸ τηνικάδε παροῦσιν "Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς·" ὁρᾷς ὅπως γεγενῆσθαι σαφῶς διισχυρίσατο τὴν φωνὴν, ἐπεὶ μὴ τῇ διὰ κτύπου κεχρῆσθαι φωνῇ τὴν θείαν οἴεσθαι φύσιν ἀκόλουθον, κἂν ταῖς ἡμετέραις συσχηματίζηται χρείαις, καὶ λαλῇ καθ' ἡμᾶς οἰκονομικῶς. Ταῦτα πάλιν ἡμῖν ἀναγκαίως εἰσεκομίσθη πρὸς τὸ παρὸν τῷ λόγῳ τὰ θεωρήματα· χρῆναι δὴ πάντως ἐλογισάμεθα τοῖς ἐντευξομένοις ἀληθεύοντα φαίνεσθαι τὸν Ἰησοῦν, ὅταν εὑρίσκηται λέγων πρὸς Ἰουδαίους περὶ τοῦ ἰδίου γεννήτορος Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. ὅτι δὲ πάλιν οἱ Φαρισαῖοι πρὸς ἐκτόπους ἀλαζονείας ἀναφυσώμενοι, τὸν θεῖον εἶναι σὺν αὐτοῖς τε καὶ ἐν αὐτοῖς ἐπλάττοντο λόγον, διά τε τοῦτο πρὸς ἀξιάγαστον ἐλάσαι σοφίαν ἀνοήτως διισχυρίζοντο, μαρτυρήσει καὶ αὐτὸ τὸ Πνεῦμα, Χριστοῦ διὰ τοῦ προφήτου λέγοντος Ἱερεμίου πρὸς αὐτούς "Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν "ἡμεῖς, καὶ ὁ λόγος Κυρίου μεθ' ἡμῶν ἐστίν; εἰς μάτην "ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν, ᾐσχύνθησαν σο"φοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν, σοφία τίς ἐστιν ἐν αὐτοῖς; "ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν." πῶς γὰρ τὸν ζῶντα καὶ ἐνυπόστατον τοῦ Θεοῦ Λόγον ἀποδοκιμάσαντες οὐχ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
