# Commentarii in Joannem 1.392

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.392

"Προφήτην γὰρ ὑμῖν ἀναστήσει, φησὶ, Κύριος ὁ Θεὸς ὑμῶν "ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμέ·" διερμηνεύων δὲ αὐτὸς, καὶ μάλα γοργῶς, ὁποίαν ἡμῖν εἰσφέρει τὴν ἐξ εἰκονισμοῦ τοῦ κατ' αὐτὸν θεωρίαν τὸ διηγγελμένον, ἐπιφέρει σαφῶς "Κατὰ "πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν τῷ ὄρει "Σινᾷ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες Οὐ προσθήσομεν "ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ "μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, καὶ οὐ μὴ ἀποθάνωμεν." ἑαυτὸν μὲν γὰρ τὸ τηνικάδε μεσίτην εἰρῆσθαι διισχυρίζεται, τοῖς ὑπὲρ τὴν φύσιν προσβαλεῖν ἀτονούσης ἔτι τῆς Ἰουδαίων Συναγωγῆς, καὶ τὰ ὑπὲρ δύναμιν διὰ τοῦτο σωφρόνως παραιτουμένης. τοῦτο δὲ ἦν θεοπτία δηλονότι, ταῖς οὐκ ἐξ ἔθους φαντασίαις τὴν ὄψιν ξενίζουσα, καὶ σαλπίγγων ὑπερφυῆ καὶ ἀφόρητα τοῖς ἀκροωμένοις ἀπηχήματα. Οὐκοῦν ἀσθενείας μὲν τοῖς τὸ τηνικάδε φάρμακα ἡ Μωυσέως ἀνεδείκνυτο μεσιτεία, διακονοῦντος τῇ συναγωγῇ τὰ θεόθεν τεθεσπισμένα. μεταλήψῃ δὲ πάλιν τὸν τύπον ἐπὶ τὴν ἀλήθειαν, καὶ τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων διὰ τούτων ἐννοήσεις Χριστὸν, διακονοῦντα τοῖς εὐμαθεστέροις διὰ φωνῆς ἀνθρωπίνης, ὅτε δι' ἡμᾶς ἐκ γυναικὸς ἐγεννήθη, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόῤῥητον θέλησιν, γνωριζομένην αὐτῷ δὴ καὶ μόνῳ, καθὸ καὶ Υἱὸς ἐξ αὐτοῦ καὶ σοφία νοεῖται πάντα εἰδὼς "καὶ τὰ βάθη τοῦ Θεοῦ." ἐπειδὴ γὰρ τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἦν ἀκράτῳ καὶ γυμνῇ προσβαλεῖν τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ δόξῃ τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας· "Οὐδεὶς γὰρ ὄψεται τὸ πρόσωπόν μου, φησὶ, καὶ "ζήσεται·" ἀναγκαίως ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος ταῖς ἡμετέραις ἀσθενείαις συνεσχηματίζετο, τὸ ἀνθρώπινον δὴ τοῦτο κατὰ τὸν ἄῤῥητον τῆς οἰκονομίας λόγον ἠμφιεσμένος σῶμα, καὶ τὴν ἄνωθεν ἡμῖν, τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς, φανερὰν ἐποιεῖτο βουλὴν, λέγων "Πάντα ὅσα ἤκουσα παρὰ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
