# Commentarii in Joannem 1.398

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.398

Χριστός· τεθεράπευκεν ἄνθρωπον "τριάκοντα καὶ ὀκτὼ ἔτη "ἔχοντα ἐν τῇ ἀσθενείᾳ αὐτοῦ," οὐ φάρμακον ἐπιθεὶς, οὐ νοσημάτων ἀποκρουστικὸν ἐπινοήσας βοήθημα, λόγῳ δὲ μᾶλλον, ὡς Θεὸς, ἐξουσίᾳ παντουργῷ καὶ θεοπρεπεῖ τῷ νεύματι· "Ἐγερθεὶς γὰρ, φησὶν, ἆρον τὸ κλινίδιόν σου, καὶ "ὕπαγε εἰς τὸν οἶκόν σου." ἐπειδὴ δὲ σάββατον ἦν, χαλεπαίνουσιν ἀμαθῶς οἱ τὴν παχύτητα νοσοῦντες τοῦ γράμματος Ἰουδαῖοι, οἱ πλέον ἢ ἐκεῖνος ταῖς συντρόφοις αὐτῶν ἀλογίαις συνδεδεμένοι, οἱ πάντων ὁμοῦ τῶν ἀγαθῶν ἀδρανῆ νοσοῦντες ἀργίαν, οἱ παράλυτοι τὸν νοῦν, καὶ τὴν ἕξιν ἐκλελυμένοι, πρὸς οὓς ἂν εἰκότως καὶ λέγοιτο "Ἰσχύσατε χεῖρες ἀνει"μέναι καὶ γόνατα παραλελυμένα." χαλεπαίνουσι δὲ, τὴν ὀφειλομένην τῷ σαββάτῳ τιμὴν χρῆναι λέγοντες καὶ παρ' αὐτοῦ τοῦ νομοθέτου φυλάττεσθαι· καταδικάζουσιν ὡς παραβαίνοντος τοῦ Χριστοῦ, τὸ γεγραμμένον εἰς νοῦν οὐ δεχόμενοι "Ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς." ἐπὶ τούτοις ἔλεγχοι μὲν ἦσαν παρὰ τοῦ Σωτῆρος δριμεῖς· λόγος δὲ διεσκευάζετο πολύς τε καὶ μακρὸς, ὅτι τυπικῶς τοῖς ἀρχαιοτέροις ἡ κατὰ τὸ σάββατον ἀργία νενομοθέτητο, καὶ ὅτι "Κύριός ἐστι τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου." ἀλλ' οἱ πρὸς μηδὲν μὲν τῶν ἀγαθῶν ἐπιτήδειοι, πρὸς δὲ πάσας ἑτοιμότατοι δυστροπίας καταστασιάζουσι τοῦ διδάσκοντος ἅπερ ἔδει μαθεῖν, καὶ φονῶσιν ἤδη κατὰ τοῦ σοφοῦν ἐθέλοντος, "πονηρὰ, κατὰ τὸ γεγραμμένον, ἀντὶ ἀγαθῶν" ἀποδιδόντες αὐτῷ. Μετὰ τοίνυν ταῦτα τὰ πεπραγμένα τε καὶ εἰρημένα ἀπανίσταται τῶν Ἱεροσολύμων ὡς ἐξ ἀνάγκης ὁ Κύριος, καὶ ἐπείπερ ἦν ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, ὡς ὀλίγον ἐν τοῖς ἐφεξῆς εὑρήσομεν, καὶ αὐτὴν διέπλευσε τὴν Τιβεριάδος

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
