# Commentarii in Joannem 1.406

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.406

ἔφασκεν αὐτός "Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τοῖς "πειρασμοῖς μου, ἐν τῇ παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς "τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ "ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ "Ἰσραήλ." ταύτας γὰρ οἶμαι τὰς θεωρίας εἰσφέρειν τὸ καὶ προσεδρεύειν λέγεσθαι τῷ Σωτῆρι τοὺς μαθητὰς, καὶ ἀνελθόντας ἐν ὄρει συγκαθίσαι. Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς Φίλιππον Πόθεν ἀγοράσομεν ἄρτους ἵνα φάγωσιν οὗτοι; τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. ἀπεκρίθη αὐτῷ Φίλιππος. Μάθημα δὴ πάλιν ἄριστόν τε καὶ ἀνδράσι τοῖς ἱερωτάτοις πρεπωδέστατον τοῖς ἑαυτοῦ μαθηταῖς ἐπενόησεν ὁ Χριστὸς, καὶ ἐν δυσχωρίαις ἀκράτοις νικᾶν ἀναπείθων τὴν ἐπὶ τρόπῳ τῷ φιλοξένῳ δειλίαν, καὶ ὄκνον μὲν τὸν ἐπὶ τούτῳ διαῤῥίπτειν που μακρὰν, θερμοτέροις δὲ μᾶλλον ἐπὶ τὴν ἀρετὴν ἀφικνεῖσθαι κινήμασιν· οὗ τί ἂν γένοιτο μεῖζον, παρά γε τοῖς εἰδόσι καὶ θέλουσι δι' ὧν ἂν πρέποι τὴν ἄνωθεν ἑαυτοῖς ἐξωνεῖσθαι φιλίαν; ὄχλου γὰρ δὴ πρὸς αὐτὸν ἰόντος οὐ μικροῦ, καὶ ἀναριθμήτου πληθύος ὑδάτων δίκην ἐπεισχεομένης τοῖς τόποις, ἐν οἷς ηὐλίζετο, πρὸς τὸ ἑτοιμάζεσθαι τρέφειν αὐτοὺς παραχρῆμα διεκελεύετο. καὶ ἦν μὲν ὄντως οὐκ ἀπεικὸς καὶ τοῦ σφόδρα πλουσίου καταναρκήσειν τὴν προθυμίαν, τῷ πλήθει τῶν ὁρωμένων καταπτοουμένην εἰς φόβον τὸν ἐπὶ τῷ μὴ δύνασθαι φιλοξενεῖν· ἀλλ' οὐδὲν ὅλως δεικνύει τὸ μέγα Χριστὸς, ὅταν εἰς ὀλίγους γίγνηται παρ' ἡμῶν ἡ φιλαδελφία, κατανεανιεύεσθαι δέ πως καὶ τῶν παρ' ἐλπίδα βούλεται, τῇ εἰς αὐτὸν πεποιθήσει βεβαιουμένους πρὸς τὴν ἐφ' ἅπασι τοῖς ἀγαθοῖς εὐτολμίαν.

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
