# Commentarii in Joannem 1.419

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.419

ψάνων εὑρέσει βεβαιούμενον εἰς πίστιν τοῦ πάντως τε καὶ ἀληθῶς τροφῆς γενέσθαι πλεονασμὸν, καὶ οὐχὶ μᾶλλον φαντασίας ἐπίδειξιν ἀπατώσης καὶ τὸν τῶν ἑστιωμένων καὶ τὸν τῶν διακονούντων αὐτοῖς ὀφθαλμόν. τὸ δέ γε μεῖζόν τε καὶ ἀξιολογώτερον, καὶ λίαν ἡμᾶς ὠφελοῦν, ἐκεῖνό ἐστι· κατανόει γὰρ ὅπως προθυμοτάτους ἡμᾶς διὰ τοῦ θαύματος ἀπεργάζεται πρὸς τὸ βούλεσθαι καὶ λίαν ἀσμένως φιλοξενεῖν, μονονουχὶ δι' αὐτῶν ἡμῖν ἀναβοήσας τῶν γεγενημένων, ὡς οὐκ ἐπιλείψει τὰ παρὰ Θεοῦ τὸν κοινωνικὸν, καὶ τῷ φιλαλλήλῳ χαίροντα τρόπῳ, καὶ τὸ γεγραμμένον ἀποπληροῦν ἐθελήσαντα "Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου." ὄκνῳ μὲν γὰρ τῷ περὶ τοῦτο κατειλημμένους τοὺς μαθητὰς εὑρίσκομεν ἐν ἀρχῇ, ἀλλ' ἐπείπερ ἦσαν οὕτω διακείμενοι, πλουσίαν αὐτοῖς ὁ Σωτὴρ τὴν ἀπὸ τῶν λειψάνων ἐτίθει συγκομιδήν· διδάσκει δὲ καὶ ἡμᾶς διὰ τούτων, ὅτι βραχύ τι δαπανῶντες εἰς δόξαν Θεοῦ, πλουσιωτέραν ἀντιληψόμεθα χάριν κατὰ τὸ εἰρημένον παρὰ Χριστοῦ "Μέτρον καλὸν "πεπιεσμένον καὶ σεσαλευμένον ὑπερεκχυνόμενον δώσουσιν "εἰς τὸν κόλπον ὑμῶν." οὐκ ὀκνητέον τοιγαροῦν εἰς κοινωνίαν τὴν ἐξ ἀγάπης τῆς εἰς ἀδελφοὺς, ἰτέον δὲ μᾶλλον εἰς εὐτολμίαν ἀγαθὴν, καὶ ὄκνον μὲν καὶ δειλίαν τὴν ἀφιλοξενεῖν ἀναπείθουσαν, ὡς ποῤῥωτάτω ποιησώμεθα, βεβαιούμενοι δὲ πρὸς ἐλπίδα διὰ τῆς πίστεως τοῦ καὶ τὰ μικρὰ πολυπλασιάζειν δύνασθαι τὸν Θεὸν, ἀνοίξωμεν τοῖς δεομένοις τὰ σπλάγχνα, κατὰ τὴν τοῦ νόμου διάταξιν "Ἀνοίγων γὰρ, φησὶν, "ἀνοίξεις τὰ σπλάγχνα σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ "ἐν σοί·" πότε γὰρ ἐλεήμων ὀφθήσῃ, σκληρὸς διαμείνας τὸν ἐν τῷδε τῷ βίῳ χρόνον; πότε δὲ πληρώσεις τὴν ἐντολὴν, τὸν τοῦ δύνασθαι δρᾶν ἐν ἀργίᾳ παριππεύειν ἐπιτρέπων

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
