# Commentarii in Joannem 1.422

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.422

μόνον, ἀλλὰ δὴ καὶ φονῶσιν ἀδίκως τὸν ὅτι προσήκοι διασώζειν αὐτοὺς προθυμούμενον, ἀτιθάσοις ἀπονοίαις πόλεώς τε τῆς ἑαυτῶν καὶ χώρας ἐλαύνοντες· οἱ δὲ τῆς Ἱερουσαλὴμ ἐξῳκισμένοι, καὶ διὰ τούτου τὸ ἀλλογενὲς ὑπεμφαίνοντες, ἑνὶ καὶ μόνῳ σημείῳ δοξάζουσι, καὶ ἀνενδοιάστως τῇ πίστει παραδέχεσθαι δεῖν τὰς ἐπ' αὐτῷ διαλήψεις εὐγενῶς δοκιμάζουσιν. ἀπὸ δὴ τούτων ἁπάντων, αὐτοκατάκριτος μὲν καὶ αὐτόκληρος εἰς τὸ χρῆναι λοιπὸν ἀποῤῥίπτεσθαι δικαίως ὁ Ἰσραὴλ ἀνεδείκνυτο, φειδοῦς δὲ τῆς ἄνωθεν καὶ ἀγαπήσεως τῆς διὰ Χριστοῦ τὸ χρῆναι λαχεῖν ἤδη τοῖς ἐθνῶν χρεωστούμενον. Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσι βασιλέα, ἀνεχώρησε πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος. Ἀξιεπαινετωτάτην μὲν ἄν τις ἐποίησε τὴν ψῆφον, καὶ σφόδρα δικαίως τοῖς ἀπὸ τοῦ μεγάλου θαύματος ἀναπεπεισμένοις εὐκόλως, ὅτι δὴ πρέποι τὰ πάντων ἐξαίρετα προσεῖναι Χριστῷ, καὶ τὴν ἀκροτάτην ὡς ἐν μοίρᾳ τιμῆς ἀνατίθεσθαι. τὸ γὰρ ἐθέλειν αὐτὸν εἰς βασιλέα προχειρίζεσθαι, τί ἂν ἡμῖν ἕτερον ἢ τοῦτο σημαίνῃ; ἀγασθείη δ' ἄν τις εἰκότως μετὰ τῶν ἄλλων καὶ τοῦτο, ὑπογραμμὸς γὰρ ἡμῖν ἀφιλοδοξίας εὑρίσκεται Χριστὸς, καὶ τοὺς ὅτι προσήκοι τιμᾶν ἑλομένους αὐτὸν ἀποφεύγων, καὶ βασιλείαν τὴν ἀνωτάτω τῶν ἐν ἡμῖν παραιτούμενος, εἰ καὶ ἀζήλωτον αὐτῷ ἀληθῶς τὸ πρᾶγμα, διὰ τὸ πάντων βασιλεύειν μετὰ Πατρὸς, ὁμοῦ δὲ καὶ δίδωσιν ἐννοεῖν τοῖς εἰς ἐλπίδα τὴν μέλλουσαν ἀποβλέπουσιν, ὅτι μικρὸν αὐτοῖς τὸ ἐν κόσμῳ μέγα, καὶ ὅτι τὰς ἐν τῷδε τῷ βίῳ, ἤγουν κόσμῳ, τιμὰς, κἂν αὐτομολῶσι,

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
