# Commentarii in Joannem 1.429

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.429

δὲ αὐτοὺς τῶν συμβεβηκότων παραχρῆμα Χριστός Ἐγώ εἰμι, μὴ φοβεῖσθε λέγων· ἔδει γὰρ ἔδει πάντα μὲν ἐκποδὼν οἴχεσθαι θόρυβον, παντὸς δὲ κινδύνου φαίνεσθαι κρείττονας, τοὺς οἷς ἤδη παρῆν ὁ Χριστός· εἰσόμεθα τοίνυν καὶ διὰ τούτου πάλιν, φρόνημα μὲν ἔχειν ἐν πειρασμοῖς εὔτολμόν τε καὶ νεανικὸν, ὑπομονῇ δὲ κεχρῆσθαι συντόνῳ τῇ εἰς Χριστὸν ἐλπίδι, βεβαιουμένους εἰς εὐθαρσίαν τὴν ἐπὶ τῷ πάντως διασωθήσεσθαι, κἂν πολλοί τινες ἡμᾶς οἱ ἐκ τοῦ πειράζεσθαι περικλύζωσι φόβοι. Ἐπιτήρει γὰρ ὅπως οὐκ εὐθὺς ἀποπλεύσασιν, οὐδὲ ἐν ἀρχῇ τῶν κινδύνων, τοῖς ἐν τῷ σκάφει Χριστὸς ἐπιφαίνεται, ἀλλ' ὅτε σταδίοις ἀπενοσφίζοντο τῆς ἠπείρου πολλοῖς. οὐ γὰρ εὐθὺς ἀρχομένης τῆς ἐκταρασσούσης ἡμᾶς περιστάσεως ἡ τοῦ διασώζοντος χάρις ἐπιφοιτᾷ, ἀλλ' ὅταν ἀκμάσῃ μὲν ὁ φόβος, φαίνηται δὲ ἤδη κατὰ κράτος ὁ κίνδυνος, καὶ ἐν μέσοις, ἵν' οὕτως εἴπω, τοῖς κύμασι τῶν θλίψεων εὑρισκώμεθα· τότε δὴ καὶ ἀδοκήτως ἐπιφαίνεται Χριστὸς, καὶ περιστέλλει μὲν τὸν φόβον, κινδύνου δὲ ἀπαλλάξει παντὸς, ἀφάτῳ δυνάμει μετατιθεὶς τὰ δεινὰ, καθάπερ εἰς γαλήνην τὴν εὐθυμίαν. Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον. Οὐ κινδύνων μόνον ἀπαλλάττει τοὺς πλωτῆρας ὁ Κύριος παραδόξως αὐτοῖς ἐπιλάμψας, ἀλλ' ἤδη καὶ πόνου καὶ ἱδρώτων ἐλευθεροῖ, δυνάμει τῇ θεοπρεπεῖ τῇ κατ' ἀντίπεραν γῇ προσερείσας τὸ σκάφος· οἱ μὲν γὰρ προσεδόκουν, ἐρέττοντες ἔτι μόλις δύνασθαι διεκπλεῖν, ὁ δὲ καὶ τούτων ἐξίστησι τῶν πόνων αὐτοὺς, πολλῶν ἐν ὀλίγῳ κομιδῇ τῷ καιρῷ θαυμάτων δημιουργὸς πρὸς πληροφορίαν αὐτοῖς ἀνα-

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
