# Commentarii in Joannem 1.434

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.434

Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ Ῥαββὶ, πότε ὧδε γέγονας; Εἰς διάθεσιν μὲν ὁ λόγος τὴν ἐξ ἀγαπώντων σχηματίζεται, καὶ ὑποπλάττεταί πως τὸ γλυκὺ, πλὴν ἀνόητος κομιδῆ καὶ μειρακιώδης ἐξελέγχεται· οὐ γὰρ ἔδει τῷ τοσούτῳ περιτυχόντας διδασκάλῳ, μάταιόν τι λέγειν καὶ μαθεῖν ἐπείγεσθαι τὸ μηδέν. τί γὰρ ἔδει φιλοπευστεῖν, πότε μὲν αὐτὸς ἀφίκοιτο τυχόν; τί δὲ ἦν εἰκὸς τοῦτο μαθόντας ὠφεληθήσεσθαι; σοφὰ τοιγαροῦν παρὰ σοφῶν ζητητέον, καὶ προτετιμήσθω λόγων ἀπαιδεύτων ἡ ἐν συνέσει σιγή. ἅλατι μὲν γὰρ ἠρτύσθαι δεῖν ἐπιτάττει τὸν λόγον ἡμῶν ὁ Χριστοῦ μαθητής· ἕτερος δέ τις εἰς τοῦτο προτρέπει τῶν σοφῶν "Τέκνον, εἰπὼν, εἰ μέν ἐστι σοι λόγος συνέσεως, ἀποκρί"θητι· εἰ δὲ μὴ, χεὶρ ἔστω ἐπὶ στόματί σου." ὅπως δὲ φαῦλόν ἐστι τὸ ἐπ' ἀπαιδεύτῳ γλώττῃ καταγινώσκεσθαι, καὶ δι' ἑτέρου γνωσόμεθα "Εἴ τις γάρ, φησι, δοκεῖ θρῆσκος "εἶναι ἐν ὑμῖν, μὴ χαλιναγωγῶν γλῶτταν αὐτοῦ, ἀλλὰ ἀπα"τῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία." Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν Ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖον, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. Ἐροῦμεν δή τι κοινὸν, πλὴν ἔθει μικρῷ τετριμμένον. πεφύκασί πως αἱ μεγάλαι τῶν διδασκάλων ἕξεις οὐ μετρίως χαλεπαίνειν πολλάκις, ὅταν τι τῶν εἰκαίων καὶ ἀνωφελῶν ἐξετάζωνται· καὶ οὐ δήπου τοῦτο παθόντας αὐτοὺς ἐξ ἀλαζονείας εὑρήσομεν, ἀλλὰ μᾶλλον ταῖς τῶν ἐρωτώντων ἀμαθίαις ἐπιστυγνάζοντας. ἐπὶ μὲν οὖν ἡμῶν τε καὶ τῶν καθ' ἡμᾶς οὐκ ἀκόμψως εἰρῆσθαι τὸ τοιοῦτο ὑπολαμβάνω· θερμὸν δὲ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
