Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.435
Not analysed yet
τοῖς ἐκεῖνα διερωτήσασιν ἐπιφέρει τὸν ἔλεγχον ὁ Σωτὴρ, ὡς λαλοῦσιν ἀπαιδεύτως, καὶ ἀσυνέτως διεσκεμμένοις, οὐχ ὅτι προσήκοι ζητεῖν τὰ ἐφ' οἷς ἂν γένοιντο καλοί τε καὶ ἀγαθοὶ, ἀλλ' ἐπὶ μισθῷ σωματικῷ καὶ τούτῳ εὐτελεστάτῳ κατακολουθεῖν αὐτῷ. τί γὰρ ἂν γένοιτο τροφῆς τῆς ἐφημέρου, καὶ οὐκ ἐν πολυτελεῖ, τὸ ἔλαττον; ἐπιτηδευτέον τοιγαροῦν τὴν εἰς Χριστὸν καὶ εὐλάβειαν καὶ ἀγάπησιν, οὐχ ἵνα τι τῶν σωματικῶν εὑρίσκωμεν, ἀλλ' ἵνα τὴν δι' αὐτοῦ σωτηρίαν ἀποκερδαίνωμεν, καὶ μὴ λέγωμεν μὲν ἀγαθὰ πρὸς αὐτὸν, ὥσπερ οὖν ἐκεῖνοι τό Ῥαββὶ, ἐμπορίας δὲ ἄλλως ὑπόθεσιν καὶ ἀπλήστου χρημάτων συγκομιδῆς τὴν χρηστολογίαν ἀρτύωμεν· ἤγουν ὁ τοιούτοις ἐπιχειρῶν, οὐκ ἀγνοήσει λοιπὸν ὅτι πικρῶς ἐλέγχοντι προσβαλεῖ τῷ Χριστῷ, καὶ τὴν κεκρυμμένην ἐν αὐτῷ κακίαν ἀποκαλύπτοντι. Θαυμάσαι δὲ πάλιν ἀκόλουθον καὶ τὴν ἐπὶ τούτοις οἰκονομίαν. ἐπειδὴ γὰρ νόσῳ κατειλημμένους ἐθεᾶτο τῇ προειρημένῃ, καθάπερ τις ἀριστοτέχνας καὶ ἐπιστήμων ἰατρὸς, διπλοῦν αὐτοῖς ἐπενόησε φάρμακον, ἀξιολογωτάτῳ σημείῳ τὸν ἐπωφελῆ παραπλέξας ἔλεγχον. τὸ μὲν οὖν σημεῖον εὑρήσομεν ἐν τῷ εἰδέναι τὰ ἐν αὐτοῖς, ἐν δὲ τῷ κυρίως μὴ δι' εὐσέβειαν ζητεῖν ἐπείγεσθαι λέγειν αὐτοὺς τὸν θαυματουργὸν, θεωρήσεις τὸν ἔλεγχον· ὠφελεῖ δὲ διττῶς. τῷ μὲν γὰρ ἐξεπίστασθαι σαφῶς τὰ ἐν αὐτοῖς βουλεύματα καὶ γνωρίζειν ἀκριβῶς, ἀσυνέτους ὄντας ἐπιδεικνύει, ὅτι δὴ λήσονται τὸν θεῖον ὀφθαλμὸν οἰομένους, καταχώσαντες μὲν ἐν καρδίᾳ τὴν πονηρίαν, ἐπιτηδεύοντες δὲ τὸ ἐν γλώττῃ γλυκύ. τοῦτο δὲ ἦν ἀναπείθοντος ἤδη νόσου μὲν τῆς ἐπὶ τούτοις ἀποφοιτᾶν, ἁμαρτίας δὲ καταλήγειν οὐ μικρᾶς· ὑβριστὴς γὰρ ὄντως καὶ παράνομος, ὁ ταύτην ἔχων ἐπὶ Θεῷ τὴν διάληψιν· τῷ δὲ χρησίμως ἐλέγχειν ἡμαρτηκότας, ἀνασειράζων τρόπον τινὰ τοῦ κακοῦ τὸν ἐπέκεινα δρόμον· ἕρπει μὲν γὰρ