# Commentarii in Joannem 1.436

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.436

καὶ ἐκτείνεται τὸ κωλύον ἔχον οὐδέν· φωραθὲν δέ πως μονονουχὶ καὶ αἰσχύνεται, καὶ σχοινίου δίκην εἰς ἑαυτὸ συστέλλεται. ὠφελεῖ τοιγαροῦν καὶ ἐλέγχων ὁ Κύριος, καὶ δι' ὧν ἄν τις αὐτὸν ὅτι πλήττοι νομίσειε, διὰ τούτων αὐτῶν εὐεργετοῦντα θεάσαιτο. νοητέον ἐντεῦθεν, ὅτι κἂν θωπεύωσί τινες, ἢ καὶ χρηστοῖς περισαίνωσι λόγοις τοὺς τῶν ἐκκλησιῶν ἡγουμένους, μὴ ὀρθοποδῶσι δὲ περὶ τὴν πίστιν, οὐ συναρπάζεσθαι ταῖς κολακείαις ἀκόλουθον αὐτοὺς, οὐδὲ ὥσπερ τινὰ μισθὸν τῶν ἐπαίνων ἀντικιχρᾶν τοῖς ἐπανορθώσεως δεομένοις, τὴν ἐφ' οἷσπερ ἂν πταίωσι σιωπήν· ἐλέγχειν δὲ μᾶλλον ἐκ παῤῥησίας, καὶ μεταχωρεῖν ἀναπείθειν ἐπὶ τὸ ἄμεινον, ἤγουν διὰ τούτου κἂν ἑτέρους ὠφελεῖν, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Παύλου "Τοὺς ἁμαρτά"νοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον "ἔχωσι." Τὰ μὲν οὖν ἐν τοῖς προκειμένοις ἡμῖν ἀνὰ μέρος ἐν τούτοις, ἀκόλουθα γεμὴν καὶ ἀναγκαίως ἐπενηνεγμένα τοῖς ἤδη προτεθεωρημένοις, ἀναδείκνυσθαι δεῖν ὑπολαμβάνω καὶ αὐτά. οὐκοῦν ἐν ἐκείνοις ἐλέγομεν τοῦ Σωτῆρος ἡμῶν τὴν ἐκ τοῦ ὄρους κάθοδον τὴν δευτέραν ἡμῖν καὶ εἰσαῦθις ἐσομένην ἐκ τῶν οὐρανῶν ἐπιδημίαν ἀνατυποῦν, καὶ ὡς ἐν συναιρέσει τοῦ παντὸς θεωρήματος προσεπετίθεμεν, ὅτι καὶ ἀγρυπνοῦσι καὶ ἐν τῷ πονεῖν ὑπάρχουσιν ἔτι τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιφαίνεται, καὶ δειλίας ἀπαλλάξας παραχρῆμα τὸ σκάφος ἐτίθει πρὸς γῆν. καὶ τί τὸ ἐν τούτοις ὡς ἐν τύποις ἡμῖν ζωγραφούμενον, ἐν ἐκείνοις ἐσαφηνίζομεν. ἀλλ' ἐπιτήρει καὶ νῦν, ὅτι μετὰ τὸ κατελθεῖν ἐκ τοῦ ὄρους τὸν Ἰησοῦν, ὑστεροῦσί τινες περὶ τὴν ἀκολούθησιν, καὶ τελευταῖοι βαδίζουσιν ἐπ' αὐτόν. ἔρχονται γὰρ "τῇ ἐπαύριον,"

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
