# Commentarii in Joannem 1.440

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.440

νων προτάττοντες τὸ ὡς ἐν συγκρίσει νικῶν, καὶ δικαίαν τὴν ἐπὶ τούτοις ὁρίζοντες ψῆφον, ὅσιοί τε καὶ σοφοὶ γενησόμεθα δικασταὶ, καὶ οὐχ ἑτέροις τισὶ τὴν ἐκ λογισμῶν ἀγαθῶν ὀρθότητα χαριούμεθα, μᾶλλον δὲ ταῖς οἰκείαις περιθήσομεν κεφαλαῖς. ἐργαζώμεθα τοίνυν καθά φησιν ὁ Σωτὴρ μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην· χωρήσασα γὰρ εἰς γαστέρα καὶ εἰς ὀλίγον κομιδῆ τὸν καιρὸν πρὸς εὐτελεστάτην ἡδονὴν τὸν νοῦν διαπαίξασα πρὸς ἀφεδρῶνα χωρεῖ, καὶ ἐκ γαστρὸς αὖθις μετοχετεύεται. ἡ δὲ βρῶσις ἡ πνευματικὴ τὴν καρδίαν στηρίζουσα, συνέχει τὸν ἄνθρωπον εἰς ζωὴν αἰώνιον, ἣν καὶ χορηγήσειν αὐτὸς ἡμῖν ὁ Χριστὸς ἐπαγγέλλεται, λέγων "Ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει·" συναναπλέξας ὁμοῦ τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, καὶ συζεύξας ὅλον τῆς οἰκονομίας τῆς μετὰ σαρκὸς τὸ ἐν κόσμῳ μυστήριον. ὑπαινίττεται δέ πως τὴν μυστικήν τε καὶ πνευματικωτέραν τροφὴν, δι' ἧς καὶ σῶμα καὶ ψυχὴν ἁγιαζόμενοι διαζῶμεν ἐν αὐτῷ. γυμνότερον δέ πως ἐν τοῖς ἐφεξῆς τοῦτο λέγοντα θεωρήσομεν. τετηρήσθω τοιγαροῦν ὁ λόγος τῷ χρεωστουμένῳ καιρῷ τε καὶ τόπῳ.

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
