# Commentarii in Joannem 1.443

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.443

σαφῶς, καὶ διὰ τούτων ἡμῖν οὐκ ἐκ τῆς οὐσίας ὑπάρχων τοῦ Πατρὸς ὁ Υἱὸς ἀναδείκνυται, ἀλλὰ μᾶλλον ἀπεικόνισμα τῆς οὐσίας αὐτοῦ. ἔστω δὲ δή τι τοιοῦτον, φησὶν, ὅ φαμεν· ἡ σφραγὶς, ἤτοι τὸ σήμαντρον, κηρῷ τυχὸν ἤγουν ἑτέραις ὕλαις ἐπιτηδείως ἐχούσαις εἰς τὸ λαβεῖν ἐνθλιβόμενον, καὶ τὴν ὁμοιότητα μόνην ἐγχαράξαν τὴν ἑαυτοῦ, πάλιν ἐπανακομίζεται παρὰ τοῦ προσθλίβοντος, ζημιωθὲν ἐξ ἑαυτοῦ μηδέν· οὕτως ὁ Πατὴρ πρὸς τὸν Υἱὸν ὅλον ἑαυτὸν ἐνιεὶς καὶ ἐνσημάνας τρόπον τινὰ δι' ἀκριβεστάτης τῆς ὁμοιώσεως, οὐκ ἐξ ἑαυτοῦ πάντως ἔχει μέρος ὡσπεροῦν τῆς οὐσίας, ἤγουν ἐξ αὐτῆς νοούμενον, ἀλλ' ὡς εἰκόνα μόνην καὶ ὁμοίωσιν ἀκριβῆ. Ὁράτω δὴ πάλιν ὁ φιλομαθὴς, ὅτι καὶ νῦν ἡμῖν ὡς ὄφις ὁ δι' ἐναντίας ἐπιπηδᾷ, καὶ εἰς ὕψος αἴρει τὴν ἰοῦ γέμουσαν κεφαλήν· ἀλλ' ὁ συνθραύων τὰς κεφαλὰς τοῦ δράκοντος, συνθραύσει καὶ ταύτην, καὶ δώσει πάλιν ἡμῖν τὸ δύνασθαι τὰς πολυτρόπους αὐτῶν δυστροπίας ὑπεκδραμεῖν. λεγέτω τοίνυν ἡμῖν ὁ δεινοῖς ἡμᾶς ἀρτίως περικτυπήσας λόγοις· ἡ σφραγὶς ἤτοι τὸ σήμαντρον τὸ ἐξ ὕλης τυχὸν πεποιημένον ἤτοι σιδηρᾶς ἤγουν τῆς ἀπὸ χρυσοῦ, ἆρ' οὐχὶ πάντως ἐν χαρακτῆρί τινι κατασημαίνει τὰ ἐν οἷς γίνεται, ἢ καὶ δίχα χαρακτῆρος ἔσται τε καὶ νοηθήσεται σήμαντρον; ἀλλ' οἶμαι πᾶς τις οὖν ὅτι καὶ τῶν παρ' ἐκείνοις, καὶ οὐχ ἑκὼν ὁμολογήσειεν ἀπὸ τοῦ πρέποντος πρὸς αὐτὴν συνελκόμενος τὴν ἀλήθειαν, ὅτι δὴ πάντως ἐν χαρακτῆρι σφραγιεῖ· χαρακτῆρος δὲ δίχα, κατά γε τὸν ἐν τῷ πρέποντι λογισμὸν, οὐδαμῶς. ὅτε τοίνυν, καθάπερ ἡμῖν ἡ θεία διαμαρτύρεται γραφὴ, "χαρακτὴρ τῆς ὑποστάσεως" τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, ἐν αὐτῇ τε ὢν δηλονότι, καὶ ἐξ αὐτῆς φυσικῶς, αὐτὸς ἐν τίνι κατασημαίνεται, ἢ διὰ τίνος ἑτέρου σφραγιεῖ χαρακτῆρα τὸν ἴδιον ὁ Πατήρ; οὐ γὰρ δή τις ἐρεῖ τὸν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
