# Commentarii in Joannem 1.444

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.444

Πατέρα μὴ εἶναι πάντως ἐν εἴδει θεοπρεπεῖ, ὅπερ ἐστὶν ὁ Υἱὸς ἡ μορφὴ τοῦ τεκόντος αὐτὸν, ὃν εἴπερ τις θεάσαιτο νοητῶς, αὐτὸν δῆλον ὅτι κατόψεται τὸν Πατέρα. διὰ γάρ τοι τοῦτο καὶ ἑαυτὸν εἶναί φησιν ἐν αὐτῷ φυσικῶς, κἂν ἐξ αὐτοῦ νοῆται κατὰ τὸ ἰδιοσύστατον, ὡσπεροῦν καὶ τὸ ἀπαύγασμα τυχὸν ἐν τῷ ἀπαυγάζοντι καὶ ἐκ τοῦ ἀπαυγάζοντος, καὶ ἕτερόν τι κατά γε τὸν ἐν νοήσει λόγον, καὶ πάλιν οὐχ ἕτερον, ὡς πρὸς αὐτὸ θεωρούμενον, διὰ τὸ ἐξ αὐτοῦ λέγεσθαι, καὶ ἐν αὐτῷ πάλιν ὑπάρχειν. καὶ οὐ δήπου κατὰ τὸ ἐν μερισμῷ καὶ ἀποκοπῇ τῇ καθόλου, καὶ κατ' οὐσίαν τὰ τοιαῦτα λαμβάνεται· ἐμπεφυκότα γὰρ κατὰ τὴν ταυτότητα τῆς οὐσίας τοῖς ἀφ' ὧν εἰσι, καὶ ἐξ αὐτῶν εἶναι πιστεύονται, προκύπτοντα μέν πως κατὰ τὴν ἔκφανσιν τὴν ὡς ἐν νοήσει πρὸς ἕτερόν τι καὶ ἰδικῶς, πλὴν οὐ μεμερισμένως. σφραγίζεται τοίνυν παρὰ τοῦ Πατρὸς, οὐ γυμνὸς ἢ ἄσαρκος ὁ ἐκ τῆς οὐσίας αὐτοῦ Λόγος, ἀλλὰ μᾶλλον δι' αὐτοῦ τὰ πρὸς ὁμοίωσιν ἀναγόμενα τὴν ὡς πρὸς Θεὸν κατὰ τὸ ἐνδεχόμενον, ὥσπερ οὖν ἐν ἐκείνῳ νοοῦμεν, ἐν τῷ τινας λέγειν "Ἐση"μειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε." πρόσωπον μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν εἶναί φησιν, ὅπερ ἐστὶ πάλιν ὁ χαρακτήρ· φῶς δὲ τὸ ἐξ αὐτοῦ, τὴν διὰ τοῦ Πνεύματος ἐπὶ τὴν κτίσιν διήκουσαν χάριν, δι' ἧς ὡς πρὸς Θεὸν ἀναπλαττόμεθα διὰ πίστεως, οἱονεὶ σημάντρῳ τινὶ τὴν πρὸς τὸν Υἱὸν συμμορφίαν ἀναλαμβάνοντες δι' αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Πατρὸς, ἵνα σώζηται καλῶς ἐν ἡμῖν τὸ καθ' ὁμοίωσιν καὶ εἰκόνα γεγενῆσθαι τοῦ κτίσαντος. ἐπειδὴ δὲ ὁμολογουμένως πρόσωπόν ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, εἴη δήπου πάντως ἂν αὐτὸς καὶ ὁ χαρακτὴρ ἐν ᾧ σφραγίζει Θεός. Ἀλλὰ ναὶ, φησὶν ὁ δι' ἐναντίας, ὅτι μὲν διὰ τοῦ Πνεύματος κατασφραγίζει Θεὸς τοὺς ἁγίους πιστεύομεν, πλὴν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
