# Commentarii in Joannem 1.449

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.449

παραποδίζον ἔτι τὸν μὲν ἀνωτάτω Θεὸν πρὸς τὴν ἡμετέραν καταβιβάζεσθαι θέσιν, ἡμᾶς δὲ αὖ πάλιν εἶναι θεοὺς, καὶ οὕτως ὡς ὁ Πατὴρ, οὐδεμιᾶς ἔτι μεταξὺ κειμένης τε καὶ ὁρωμένης διαφορᾶς, εἰ χωρήσει καὶ ἐν ἡμῖν καὶ ἐνυπάρξει φυσικῶς τὰ Θεῷ προσόντα μόνῳ πλεονεκτήματα; καὶ ἐπείπερ ἐν ἑαυτῷ μόνῳ συνέχει κατὰ τὸ εἰκὸς ὁ Θεὸς καὶ Πατὴρ τὰ δι' ὧν ἐσόμεθα κατ' αὐτὸν, μεμενήκαμεν ἄνθρωποι, καὶ ἄγγελοι δὲ σὺν ἡμῖν τοῦθ' ὅπερ εἰσὶν, ἐπὶ τὸ ἐπάνω πάντων οὐκ ἀναβαίνοντες. ὡς εἴπερ εἰδείη φθόνου κρείττων ὁρᾶσθαι Θεὸς, διὰ τοῦ προσθεῖναι πᾶσιν εἰς ἐξουσίαν τὸ ἴδιον αὐτοῦ, πολλοὶ δὴ πάντως ἂν ἦσαν οἱ κατὰ φύσιν θεοὶ, γῆν τε καὶ οὐρανὸν καὶ τὴν ἄλλην ἅπασαν κτίσιν δημιουργεῖν ἰσχύοντες· τὰ γὰρ ἅπαξ κεχωρηκότα τὰ ἐν τῷ κατὰ φύσιν Δημιουργῷ πλεονεκτήματα, πῶς οὐκ ἂν γένοιντο κατ' αὐτόν; ἢ τί τὸ κωλύον ἐν ἴσῃ φαίνεσθαι δόξῃ τὸ τοῖς ἴσοις διαλάμπον ἀγαθοῖς; ἀλλ' ὁρᾷ που πάντως ὁ θεομάχος, ὅση τις ἐντεῦθεν τῶν ἐκτόπων ἡμῖν ἐννοιῶν ἡ πληθὺς ἐπισωρεύεται, καὶ τῆς ἐνούσης αὐτῷ δυσμαθίας καταβοᾷ· ἐν ἰδίᾳ γὰρ φύσει τὸ θεῖον κείσεται, καὶ μεθέξει μὲν αὐτοῦ τὸ πεποιημένον δι' οἰκειότητος πνευματικῆς, ἀναβήσεται δὲ οὐδαμῶς εἰς τὸ ἐκείνῃ προσὸν ἀπαραλλάκτως ἀξίωμα. διεσκευασμένων δὲ οὕτως ἡμῖν τῶν λόγων, οὐσιωδῶς τῷ Υἱῷ τὸ ἄτρεπτον ἐνυπάρχον εὑρήσομεν· Θεὸς οὖν ἄρα κατὰ φύσιν ἐστὶν, ἀναγκαίως τε λοιπὸν ἐκ Πατρὸς, ἵνα μή τι φαίνηται τῶν οὐκ ἐξ αὐτοῦ κατὰ φύσιν πρὸς τὸ ἴσον ἐν θεότητι διαβαῖνον ἀξίωμα. Ἐπειδὴ δὲ ὡς ἀκαταμάχητον ἡμῖν προΐσχονται λογισμὸν, ἕτερον εἶναι τὸν Υἱὸν λέγοντες παρὰ τὸν Πατέρα, καθάπερ εἰκόνα πρὸς ἀρχέτυπον, καὶ διὰ τῆς τοιαύτης εὑρεσιλογίας διατεμεῖν οἴονται τῆς οὐσίας αὐτὸν τοῦ γεννήσαντος· ἁλώσονται πάλιν ἀνοηταίνοντες οὐ μικρῶς, καὶ ἐπὶ μηδενὶ τὸ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
