Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.450
Not analysed yet
παράπαν διισχυρίζεσθαι μελετήσαντες, ὡσανεὶ καὶ κατ' ἀλήθειαν δυναμένῳ τοῦθ' ὅπερ αὐτοῖς κατὰ νοῦν ἐστιν ἐξανύειν καλῶς. τί γὰρ ὅλως ἐπὶ τούτῳ καὶ διατείνονται μάτην, ἢ πόθεν ἀπὸ μόνης τῆς κατ' ἰδίαν ὕπαρξιν ἑτερότητος διατέμνουσι τοῦ Πατρὸς τὸν Υἱόν; οὐ γὰρ δήπου τὸ ὑπάρχειν αὐτὸν ἰδιοσυστάτως, καὶ τῆς τοῦ τεκόντος οὐσίας ἀλλότριον ἀποφαίνει. ἔστι μὲν γὰρ ἐκ Πατρὸς ὁμολογουμένως, ὡς ἐκ τῆς οὐσίας αὐτοῦ, ἔστι δὲ αὖ πάλιν ἐν Πατρὶ διὰ τὸ ἐν αὐτῷ κατὰ φύσιν ὑπάρχειν· καὶ αὐτοῦ λέγοντος ἀκούσῃ, ποτὲ μέν "Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω·" ποτὲ δὲ αὖ πάλιν "Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί." ἀναχωρήσει μὲν γὰρ οὐκ εἰς ἰδιότητα παντελῶς καὶ ὁλοτρόπως κεχωρισμένην, διὰ τὸ ἐν μιᾷ θεότητι τὴν ἁγίαν νοεῖσθαι Τριάδα, ἀλλ' ὢν ἐν Πατρὶ κατὰ λόγον, ἤτοι σχέσιν ἀδιάστατον τὴν ὡς ἐν ὁμοουσιότητι, καὶ ἐξ αὐτοῦ νοηθήσεται κατὰ πρόοδον ἀποῤῥήτως τὴν ἐκφαντικὴν, ἤτοι τὴν ὡς ἐν ἀπαυγάσματι. φῶς γάρ ἐστιν ἐκ φωτός. οὐκοῦν ἐν Πατρὶ καὶ ἐκ τοῦ Πατρὸς, ἀδιαστάτως τε ἅμα καὶ κεχωρισμένως, ὡς μὲν χαρακτὴρ ἐνυπάρχων, εἰκὼν δὲ ὡς πρὸς ἀρχέτυπον ἐν ἰδίᾳ νοούμενος ὑπάρξει. ποιησόμεθα δὲ οὐχ ἁπλῶς τὸν ἐπὶ τούτῳ λόγον, ἀλλ' ἐκ παραδείγματος νομικοῦ βεβαιώσομεν πανταχόθεν τοῖς ἑτεροδόξοις τὴν ἐκ τῆς ἀληθείας ἐπιτειχίζοντες δύναμιν. Οὐκοῦν προσκομίζειν ὁ νόμος τοῖς ἐξ Ἰσραὴλ διετάξατο λύτρον τῆς οἰκείας ἕκαστον κεφαλῆς, "τὸ ἥμισυ τοῦ διδρά"χμου." ἐν δὲ ἑνὶ στατῆρι τὸ δίδραχμον ἦν. ἀλλὰ καὶ ἐν τούτῳ πάλιν αὐτὸς ἡμῖν ἐσκιαγραφεῖτο Χριστὸς, ὁ ὑπὲρ πάντων, ὡς παρὰ πάντων, λύτρον ἑαυτὸν προσαγαγὼν τῷ Θεῷ καὶ Πατρὶ, καὶ νοούμενος μὲν, ὡς ἐν μιᾷ δραχμῇ, πλὴν τῆς ἑτέρας οὐ κεχωρισμένως, διὰ τὸ ὡς ἐν νομίσματι τῷ ἑνὶ, καθάπερ ἤδη προειρήκαμεν, τὰς δύο κεῖσθαι δραχμάς. οὕτω