# Commentarii in Joannem 1.451

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.451

δ' ἂν νοοῖτο καὶ Υἱὸς πρὸς Πατέρα, καὶ Πατὴρ αὖ πάλιν ὡς πρὸς Υἱὸν, ἐν μιᾷ μὲν ἄμφω τῇ φύσει, διῃρημένως δὲ ἀνὰ μέρος ἑκάτερος, ὡς ὑπάρχων ἰδιοσυστάτως, πλὴν οὐ πάντη διακεκομμένως, οὐδὲ δίχα τοῦ ἑτέρου τὸ ἕτερον. καὶ ὥσπερ ἦσαν ἐν ἑνὶ τῷ νομίσματι δύο δραχμαὶ, τὸ ἐν ποσότητι μέτρον ἰσομοιροῦν ἀλλήλαις καὶ οὐδαμόθεν ἐλαττούμενον ἔχουσαι, οὕτω νοήσεις τὸ ἐν μηδενὶ παραλλάττον τῆς οὐσίας τοῦ Υἱοῦ πρὸς Θεὸν καὶ Πατέρα, ἢ αὖ πάλιν ἐκείνου πρὸς αὐτὸν, ὑγιᾶ τε λοιπὸν τὸν ἐφ' ἅπασι τοῖς περὶ αὐτοῦ λαλουμένοις ἐκδέξῃ λόγον. Εἶπον οὖν αὐτῷ Τί ποιοῦμεν, ἵνα ἐργαζώμεθα τὸ ἔργον τοῦ Θεοῦ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς. Οὐκ ἐξ ἀγαθῆς διανοίας ἡ πεῦσις, ἀλλ' οὐδὲ, ὥσπερ ἄν τις ὑποτοπήσαι τυχὸν, ἐκ φιλομαθείας αὐτοῖς πρόεισιν ἡ ἐρώτησις, γέγονε δὲ μᾶλλον ἐκ πολλῆς ἄγαν τῆς ἀλαζονείας ὁ λόγος. ὥσπερ γὰρ οὐδὲν πρὸς οἷς ᾔδεσαν ἀξιοῦντες ἔτι μαθεῖν μονονουχὶ τοιοῦτόν τι φασίν Ἅλις, ὦ οὗτος, ἡμῖν τὰ διὰ Μωυσέως· ἴσμεν οὐκ ἔλαττον, ἤπερ ἐχρῆν, τὰ ἐφ' οἷς ἂν δεήσαι συντείνεσθαι τὸν τῶν θείων ἔργων ἐπιστήμονα. τί δὲ ἄρα τὸ καινὸν ἐποίσεις αὐτὸς τοῖς κατ' ἐκεῖνο καιροῦ διατεταγμένοις; τί δὲ διδάξεις τὸ ξένον, ὃ μὴ διὰ τῶν θείων ἡμῖν προεσημάνθη λόγων; οὐκοῦν ἐξ ἀπονοίας μᾶλλον ἤπερ ὄντως ἐκ φιλομαθοῦς προαιρέσεως ἡ ἐρώτησις. ἔχεις τι τοιοῦτο καὶ παρὰ τῷ μακαρίῳ Ματθαίῳ· νεανίας μὲν γάρ τις, οὐκ εὐποριστάτῳ κτημάτων περιουσίᾳ περιχεόμενος, ὑπαινίττετό πως εἰς τὸ χρῆναι λοιπὸν τὴν ὑπὸ Θεῷ δουλείαν εἰσέρχεσθαι. ἐπειδὴ δὲ ἧκεν εἰς τὸν Ἰησοῦν, σπουδαίως ἀνεπυνθάνετο, τί χρὴ δρᾶν αὐτὸν, ἵνα καὶ τῆς αἰωνίου ζωῆς

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
