# Commentarii in Joannem 1.457

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.457

καὶ ὄντως ἐλπίδος οὐ μακρὰν, ἅτε δὴ Μωυσέως διὰ τῶν τοιούτων ἐξυβρισμένου ῥημάτων, ἀποταυροῦσθαι πάλιν αὐτοὺς, καὶ εἰς ἀκράτους ὀργὰς ἀνακαίεσθαι, τὸ μὲν ἀληθὲς ὅπως ἂν ἔχοι διερευνῶντας οὐδαμῶς, οὐδὲ τὴν τοῦ λαλοῦντος ἀξίαν ἐπιγινώσκοντας, ἐπὶ δὲ μόνον ἀπερισκέπτως ἰόντας τὸ χρῆναι τιμᾶσθαι Μωυσέα, καὶ οὐκ εὐλόγως τυχὸν, ὅτε καὶ πρός τι τὸ ὑπερτεροῦν συγκρίνοιτο. Μανθάνωμεν τοίνυν, εὐκρινέστερόν τε καὶ λογικώτερον, τὴν εἰς τοὺς ἁγίους ἡμῶν πατέρας ἐπιτηδεύειν εὐλάβειαν, καὶ ἀποδιδόναι κατὰ τὸ γεγραμμένον, "τῷ τὸν φόβον τὸν φόβον, "τῷ τὴν τιμὴν τὴν τιμήν." ἀδικήσομεν γὰρ οὐδαμῶς, τὸ ἑκάστῳ πρέπον ἀναλόγως προσάπτοντες, ἐπεὶ "καὶ πνεύματα "προφητῶν προφήταις ὑποτάσσεται·" ὅταν δὲ δή τις λόγος εἰσέρχηται περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τότε καὶ λέγειν ἡμᾶς ἀναγκαῖον "Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, "ἢ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;" Ἀλλ' ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἔδει μὴ μόνον ἀποστῆσαι Μωυσέα τῆς θεοπρεποῦς ἐξουσίας, κατά γε τὴν ἐνοῦσαν ἐν ἐκείνοις διάληψιν, καὶ τῆς ἐπ' ἐκείνῳ θαυματουργίας ὑπηρέτην ἀναδεῖξαι μᾶλλον ἢ χορηγὸν, ἀλλ' ἤδη καὶ αὐτὸ καίτοι παραδόξως γεγενημένον κατασμικρύνειν τὸ θαῦμα, καὶ ἀντιπαραθέσει τῇ πρὸς τὸ μεῖζον ἐπιδεικνύειν ὑπάρχον ὅλως οὐδέν. δέχου γάρ μοι πάλιν τοιοῦτόν τι βοῶντα Χριστόν Ἐν μικροῖς, ὦ οὗτοι, καὶ εὐτελεστάτοις τὰ μεγάλα λογίζεσθε, καὶ τὴν τοῦ πάντων Δεσπότου φιλοτιμίαν ἐν ὀλίγοις κομιδῆ διωρίσασθε μέτροις. ἀμαθαίνοντες γὰρ οὐ κατά τι βραχὺ τὸ μάννα λογίζεσθε τὸν ἄρτον εἶναι τὸν ἐξ οὐρανοῦ, καίτοι μόνον ἐν ἐρήμῳ τὸ τῶν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
