# Commentarii in Joannem 1.458

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.458

Ἰουδαίων ἀποθρέψαν γένος, ἀναριθμήτων ὄντων ἑτέρων, τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν· καὶ συνεσταλμένην οὕτω τὴν φιλανθρωπίαν ἐλογίσασθε θέλειν ἐπιδεῖξαι Θεὸν, ὡς ἑνὶ καὶ μόνῳ λαῷ χορηγῆσαι τροφάς· τύποι μὲν γὰρ ἐκεῖνα τῶν γενικωτέρων, καὶ τῆς καθόλου φιλοτιμίας εἰς τὸ κατὰ μέρος ἐπίδειξις ἦν, ὡς ἐν ἀῤῥαβῶνι τοῖς προειληφόσιν. ἀλλ' ὅτε τῆς ἀληθείας ἐπὶ θύραις ἡμῖν ὁ καιρὸς, ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, ὃς διὰ τῆς τοῦ μάννα χορηγίας τοῖς ἀρχαιοτέροις ὡς ἐν σκιαῖς κατεγράφετο. μὴ γὰρ δή τις οἰέσθω, φησὶ, κατ' ἀλήθειαν ἐκεῖνον εἶναι τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, κατανευέτω δὲ μᾶλλον ἐκείνῳ τὴν ψῆφον, ᾧπερ ἂν φαίνοιτο προσὸν τὸ πᾶσαν ἀποτρέφειν δύνασθαι τὴν οἰκουμένην, καὶ ὅλως χαρίζεσθαι τῷ κόσμῳ τὴν ζωήν. Καταιτιᾶται τοίνυν τοῖς ἐν τύπῳ γεγενημένοις προσπεπηγότα τὸν Ἰουδαῖον, καὶ τὸ ἐκ τῆς ἀληθείας κάλλος ἀναζητεῖν παραιτούμενον. ἦν γὰρ οὐκ ἐκεῖνο τὸ μάννα κυρίως, ἀλλ' ἢ αὐτὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ἐκ τῆς οὐσίας ἐρχόμενος τοῦ Πατρὸς, ἐπείπερ ἐστὶ κατὰ φύσιν ζωὴ, τὰ πάντα ζωογονῶν. ἐπειδὴ γὰρ ἐκ ζῶντος ἀνέφυ Πατρὸς, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ἐστὶ, καὶ ἐπείπερ ἔργον τῇ κατὰ φύσιν ζωῇ τὸ ζωοποιεῖν, ζωοποιεῖ τὰ πάντα Χριστός. ὅπερ γὰρ ἄρτος ἡμῖν ὁ ἐκ γῆς εὑρίσκεται, τὴν ἀσθενῆ τῆς σαρκὸς φύσιν οὐκ ἐῶν καταφθείρεσθαι· τοῦτο καὶ αὐτὸς διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τὸ πνεῦμα ζωοποιῶν, καὶ οὐ μέχρι τούτων, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα συνέχων εἰς ἀφθαρσίαν. Ἐπειδὴ δὲ ἅπαξ ἡμῖν εἰς τὸν ἐπὶ τῷ μάννα λόγον ἐκτρέχει τὰ θεωρήματα, τὸ λυποῦν κατά γε τὸ εἰκὸς οὐδὲν, καὶ ἐπ' αὐτῷ τι βραχὺ κατασκεψαμένους εἰπεῖν, ἐξ αὐτῶν παραθέντας τῶν Μωυσαϊκῶν βιβλίων ἀνὰ μέρος τὰ ἐπ' αὐτῷ γεγραμμένα· οὕτω γὰρ ἂν καὶ εὐκρινεστάτην ποιησάμενοι

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
