# Commentarii in Joannem 1.462

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.462

ἐφεξῆς, ὅτε τὴν ἴσην νοσοῦντες ἐπιθυμίαν, καὶ ἄρτους εἰς πλησμονὴν καὶ κρεῶν ἐφαντάζοντο λέβητας, καὶ δυσωδεστάτων κρομμύων εἰσεδέχοντο πόθον. ἐν γὰρ τοῖς ἀριθμοῖς εὑρήσομεν ὅτι καὶ τετιμώρηνταί τινες, καὶ Μνήματα τῆς ἐπιθυμίας ὁ χῶρος ἐκλήθη, ἐν ᾧπερ ἐστρατοπέδευον τότε. "Ἐκεῖ γὰρ ἔθαψαν, φησὶ, τὸν λαὸν τὸν ἐπιθυμητήν." οὐκοῦν πρὸς μὲν τὸ πρῶτον ἐροῦμεν, ὅτι δὴ πάντως ἐχρῆν περιμεῖναι τὰς ἐπιθυμίας, οὕτω τε λοιπὸν εὐκαίρως ἀναδείκνυσθαι χορηγόν· χαριεστάτη γάρ πως ἐστὶ τοῖς εὖ παθοῦσιν ἡ δόσις, ὅταν αὐτῆς τινες προαναφαίνωνται καὶ προβαδίζωσιν ἡδοναὶ, διψῆν ἀναπείθουσαι τὸ οὔπω παρόν· αἰσθήσεως δὲ τῆς χαριεστέρας ἀμοιρήσειεν ἂν ἡ τοῦ ἀνθρώπου ψυχὴ, μὴ ταῖς εἰς τὸ εὖ παθεῖν ἡδοναῖς προσυντεινομένη καὶ κάμνουσα. ἀλλ' ἴσως αἴτησιν μὲν οὐδαμῶς γεγενῆσθαι, τὴν ὡς παρ' ἐκείνων ἐρεῖς, γογγυσμὸν δὲ μᾶλλον καὶ μετάγνωσιν καὶ καταβοήν· τοῦτο γὰρ ἦν ὄντως καὶ ἀληθέστερον εἰπεῖν. πρὸς δὴ καὶ τοῦτό φαμεν, ὅτι πρέποι μὲν ἂν τοῖς μὲν τελείοις τὴν ἕξιν, ἡ δι' ἐντεύξεως αἴτησις· ἰσομοιρήσει δέ πως αὐτῇ καὶ ὁ τῶν ἀσθενεστέρων ἐξ ἀκηδίας, ἢ ὅπως ἂν γένοιτο, γογγυσμός· χαλεπαίνει δὲ οὐ πάντως φιλάνθρωπος ὢν ὁ πάντων Σωτήρ. ὅνπερ γὰρ τρόπον τοῖς ἔτι κομιδῇ νηπίοις ὁ κλαυθμὸς ἔσθ' ὅτε συντελεῖ πρὸς αἴτησιν τῶν χρησίμων αὐτοῖς, καὶ καλεῖται πρὸς ἔρευναν ἡ τεκοῦσα διὰ τούτου πολλάκις τῶν ἐν ἡδοναῖς τῷ βρέφει, οὕτω τοῖς ἔτι νηπίοις καὶ βεβηκόσιν οὔπω πρὸς σύνεσιν, ὁ ἐξ ἀκηδίας, ἵν' οὕτως εἴπω, κλαυθμὸς αἰτήσεως ἔχει δύναμιν τὴν ὡς πρὸς Θεόν. κολάζει δὲ οὐκ ἐν ἀρχῇ, καίτοι καὶ ταῖς γηΐναις ἐπιθυμίαις ἡττωμένους ὁρῶν, ἀλλ' ἐν μέσοις ἤδη τοῖς χρόνοις, δι' αἰτίαν τοιαύτην, ὥς γε μοι φαίνεται. οὔπω μὲν γὰρ τὸ μάννα λαβόντες οἱ νεωστὶ τῆς Αἰγυπτίων ἀποδημήσαντες, οὐδὲ τὸν ἄρτον ἔχοντες τὸν ἐξ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
