# Commentarii in Joannem 1.465

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.465

θεοσέβειαν, ὅσον δὲ ἧκεν εἰς θυσίας φημὶ καὶ περιῤῥαντήρια καὶ καθάρσεις Ἰουδαϊκάς· ὀλίγον γὰρ οὗτοι τῆς γῆς ἀνοχλίζονταί πως, καὶ ἀναβαίνειν δοκοῦσιν αὐτῆς, εἰσὶ δ' οὖν ὅμως ἐν αὐτῇ καὶ περὶ αὐτήν· οὐ γὰρ ἐν νόμῳ τὸ τελείως ἀγαθὸν καὶ ὑψηλὸν εἰς σύνεσιν. χορηγεῖται γεμὴν ἐν ἑσπέρᾳ· ἤτοι τὸ ἐν τῷ γράμματι σκοτεινὸν τοῦ λόγου πάλιν ἡμῖν διὰ τῆς ἑσπέρας σημαίνοντος, ἢ τὴν ἀφεγγῆ τοῦ κόσμου κατάστασιν, οὔπω τὸ φῶς ἔχοντος τὸ ἀληθινὸν, τουτέστι Χριστὸν, ὃς ἐνανθρωπήσας φησίν "Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα." γνώσεσθαι δὲ λέγει τοὺς υἱοὺς Ἰσραὴλ, ὅτι Κύριος αὐτοὺς ἀνήγαγεν ἐξ Αἰγύπτου· γνῶσις γὰρ μόνη τῆς καθόλου διὰ Χριστοῦ σωτηρίας ἐν τοῖς Μωυσαϊκοῖς ὁρᾶται συγγράμμασιν, οὔπω παρούσης αὐτοπροσώπως τῆς χάριτος. αὐτὸ γὰρ δὴ τοῦτο καὶ ὑπεδήλου προστιθείς "Τὸ πρωῒ ὄψεσθε "τὴν δόξαν Κυρίου ἐν τῷ διδόναι ὑμῖν ἄρτους εἰς πλησμο"νήν." λελυμένης γὰρ ὥσπερ ἐν τάξει νυκτὸς τῆς νομικῆς ἀχλύος, καὶ ἡλίου τοῦ νοητοῦ πᾶσιν ἡμῖν ἀνατείλαντος, τὴν δόξαν Κυρίου παρόντος ἤδη κατοπτριζόμεθα, τὸν ἄρτον εἰς πλησμονὴν τὸν ἐξ οὐρανοῦ κομιζόμενοι, αὐτὸν δὲ ἤδη πάλιν φημὶ τὸν Χριστόν. "Ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκά"λυψε τὴν παρεμβολήν· τὸ πρωῒ ἐγένετο δὲ καταπαυομένης "τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον "τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκόν." ὅρα δὴ πάλιν τὴν τῶν νοημάτων διασκευήν· περὶ μὲν γὰρ τῆς ὀρτυγομήτρας φησὶν, ὅτι ἐκάλυψε τὴν παρεμβολὴν, περὶ δέ γε τοῦ μάννα πάλιν, ὅτι πρωῒ καταβέβηκε, καταπαυομένης τῆς δρόσου, κύκλῳ τῆς παρεμβολῆς ἐπὶ πρόσωπον τῆς ἐρήμου. ἡ μὲν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
