# Commentarii in Joannem 1.466

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.466

γὰρ διὰ νόμου παίδευσις, ἡ ἐν τύποις φημὶ καὶ σχήμασιν, ἣν τῷ τῆς ὀρτυγομήτρας εἴδει παραβεβλήκαμεν, τὴν τῶν Ἰουδαίων καλύπτει Συναγωγήν· "κεῖται" γὰρ, ὡς ὁ Παυλός φησι, "κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν," καὶ "πώρωσις "ἀπὸ μέρους." ἐπὰν μέντοι γένηται πρωῒ, τουτέστιν ἀνίσχοντος ἤδη καὶ τὴν οἰκουμένην ὅλην περιαστράπτοντος τοῦ Χριστοῦ, ἐπὰν καὶ ἡ δρόσος καταλήγῃ λοιπὸν, τουτέστιν ἡ παχεῖα καὶ ἀχλυώδης τῶν νομικῶν ἐπιταγμάτων εἰσήγησις· τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός· τότε δὴ πάντως τὸ ἀληθὲς ἡμῖν καὶ ἐξ οὐρανοῦ καταβήσεται μάννα· εὐαγγελικὴν δὲ δηλονότι διδασκαλίαν τοῦτό φαμεν· οὐκ ἐπὶ τὴν τῶν Ἰσραηλιτῶν συναγωγὴν, ἀλλὰ κύκλῳ τῆς παρεμβολῆς, εἰς πάντα δηλονότι τὰ ἔθνη, καὶ ἐπὶ πρόσωπον τῆς ἐρήμου, τουτέστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, περὶ ἧς εἴρηταί που "Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης "τὸν ἄνδρα." ἐπὶ γὰρ πᾶσαν τὴν οἰκουμένην ἡ τοῦ νοητοῦ μάννα κατασκεδάννυται χάρις, ἣ καὶ τῷ κορίῳ παραβάλλεται, καὶ λεπτὸν ὀνομάζεται. λεπτὴ γὰρ ὄντως καὶ ἀποψυκτικὴ τῶν ἐν ζέσει παθῶν ἡ τοῦ θείου λόγου δύναμις, τὴν ἐκ σαρκικῶν κινημάτων πύρωσιν ἐν ἡμῖν κατευνάζουσα, καὶ εἰς τὸ βάθος τῆς καρδίας εἰσδύνουσα. ψυχροτάτην δὲ εἶναί φασι, καὶ αὐτῆς τῆς πόας, τουτέστι τοῦ κορίου, τὴν ἐνέργειαν τὴν ἐν ποιότητι φυσικῇ. "Ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ εἶπαν ἕτερος τῷ ἑτέρῳ "Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν τί ἦν." ἀσυνήθεις ὄντες τοῦ παραδόξως γεγενημένου, καὶ οὐκ ἔχοντες ἐκ πείρας εἰπεῖν ὅπερ ἂν εἴη σαφῶς Τί ἐστι τοῦτο πρὸς ἀλλήλους φασίν· αὐτὸ δὲ δὴ τοῦτο τὸ ὡς ἐν ζητήσει ῥηθὲν, ὄνομα ποιοῦνται τῷ πράγματι, καὶ τῇ Σύρων ἀποκαλοῦσι γλώττῃ Μάννα,

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
