# Commentarii in Joannem 1.47

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.47

„Εἰ ὁ Λόγος, φησὶν, ὁ ἐν τῷ Θεῷ καὶ Πατρὶ φυσικός τε „καὶ ἐνδιάθετος αὐτός ἐστιν ὁ Υἱὸς, ἔστι δὲ ὁμοούσιος τῷ „γεννήσαντι, τὶ τὸ κωλύον ἔτι Λόγον εἶναί τε καὶ καλεῖσθαι „καὶ τὸν Πατέρα, ὡς ὁμοούσιον Λόγῳ; „Καὶ πάλιν· Εἰ ὁ Λόγος ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ „Υἱὸς, καὶ παρ' αὐτὸν οὐκ ἔστιν ἕτερος· διὰ ποίου λόγου, „φησὶν, ὁ Πατὴρ πρὸς αὐτὸν εὑρίσκεται λέγων ‘Υἱός μου „’εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε·’ πρόδηλον γὰρ ὡς οὐ „δίχα λόγου τὰς πρὸς αὐτὸν διαλέξεις ὁ Πατὴρ ἐποιήσατο, „ἐπεὶ πᾶν τὸ λαλούμενον, ἐν λόγῳ πάντως λαλεῖται, καὶ „οὐχ ἑτέρως. καὶ αὐτὸς δέ που φησὶν ὁ Σωτὴρ, ὅτι ‘οἶδα „’τὸν Πατέρα, καὶ τὸν λόγον αὐτοῦ τηρῶ·’ καὶ πάλιν ‘Ὁ „’λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με „’Πατρός.’ ὅτε τοίνυν ἐν λόγῳ Πατὴρ μὲν πρὸς αὐτὸν δια„λέγεται, συνομολογεῖ δὲ καὶ αὐτὸς, ποτὲ μὲν ὅτι τηρεῖ τὸν „λόγον τοῦ Πατρὸς, ποτὲ δὲ πάλιν, ὡς οὐ τὸν αὐτοῦ λόγον, „ἀλλὰ τὸν τοῦ Πατρὸς ἤκουον οἱ Ἰουδαῖοι· πῶς οὐκ ἂν εἴη, „φησὶν, ἀνενδοιάστως ὁμολογούμενον, ὡς ἕτερός ἐστιν ὁ „Υἱὸς παρὰ τὸν ἐνδιάθετον, ἤτοι τὸν ἐν κινήσει νοηματικῇ „λόγον, οὗ μετέχων καὶ ἀναπιμπλάμενος καλεῖται λόγος ὁ „προφορικὸς καὶ τῆς τοῦ Πατρὸς οὐσίας ἐκφαντικὸς, του„τέστιν ὁ Υἱός.“ Τοιαῦτα μὲν οὖν ὁ παράφρων ἑαυτῷ συνείρει κακὰ, καὶ πάσαις ὁμοῦ ταῖς θείαις γραφαῖς ἀντιφωνῶν οὐκ αἰσχύνεται, τὸ γεγραμμένον ἐφ' ἑαυτῷ δεικνύων ἀληθές "Ὅταν ἔλθῃ "ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ." λίαν γὰρ ὄντως ἐβάθυνεν εἰς κάκωσιν ἐξ ἀνοίας ὁ θεομάχος, τὸ μὲν ἐξ ἀληθείας ὀρθοῦσθαι παραιτούμενος, τῇ δὲ σαθρότητι τῶν οἰκείων ὀκλάζων λογισμῶν· ὅτι γὰρ ὁ Μονογενὴς τοῦ Θεοῦ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
