# Commentarii in Joannem 1.471

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.471

ἐξυφαίνειν διηγήματα. οὐ γὰρ ἀκατακάλυπτον προκεῖσθαι τοῖς ἐθέλουσιν ἁπλῶς βεβήλοις τε καὶ ἀνοσίοις εἰς καταπάτημα τὸν οὕτω σεπτὸν ἐφίησι λόγον, ἐπικρύψας δέ πως ταῖς δι' αἰνιγμάτων ἐπιβολαῖς οὐκ ἀσυμφανῆ μὲν τοῖς συνετοῖς ἐργάζεται· ἐπὰν δέ τινας τῶν ἀκροωμένων ἀμαθαίνοντας βλέπῃ, καὶ νοοῦντας τὸ παράπαν τῶν λαλουμένων οὐδὲν, ἀπολευκαίνει σαφῶς, ὅπερ ἂν ἐθέλοι δηλοῦν, καὶ πᾶσαν ὥσπερ ἀχλῦν τὴν ἐν τῷ λόγῳ περιελὼν, γυμνήν τε καὶ εὐσύνοπτον παρατίθησι τοῦ μυστηρίου τὴν γνῶσιν, ἀναπολόγητον αὐτοῖς καὶ διὰ τούτου τὴν ἀπιστίαν ἀποτελῶν. ὅτι δὲ ἦν σύνηθες αὐτῷ, καθάπερ εἰρήκαμεν, ἐπεσκιασμένῳ καὶ λεληθότι μάλιστα κεχρῆσθαι τῷ λόγῳ, καὶ αὐτὸς μὲν διδάξει λέγων ἐν βίβλῳ ψαλμῶν "Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα "μου." βεβαιώσει δὲ οὐδὲν ἧττον τὴν ἐπὶ τούτοις ἡμῖν ἐξήγησιν, καὶ διεσφαλμένην οὐδαμῶς ἀποδείξει καὶ ὁ μακάριος προφήτης Ἡσαΐας ἀναβοῶν "Ἰδοὺ δὴ βασιλεὺς δίκαιος "βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι, καὶ ἔσται "ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ." βασιλέα γὰρ δίκαιον ἐφ' ἡμᾶς βεβασιλευκέναι φησὶ τὸν λέγοντα "Ἐγὼ "δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον "αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου." κρίσει δὲ, τουτέστιν ὀρθότητι τῇ κατὰ πᾶν συμβιοτεύοντας ἄρχοντας, καὶ τοὺς ἁγίους φησὶ μαθητὰς, οἳ καὶ τῷ Σωτῆρι Χριστῷ κρύπτοντι πολλάκις τοὺς λόγους αὐτοῦ προσῄεσαν λέγοντες "Φράσον ἡμῖν τὴν παραβολήν·" ὅτε καὶ αὐτός "Διατί τοῖς "ὄχλοις λαλεῖς ἐν παραβολαῖς" ἀκούσας ποτὲ, σαφεστάτην αἰτίαν εὑρίσκεται διειπών "Ὅτι βλέποντες, φησὶν, οὐ βλέ"πουσι καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνιοῦσιν." οὐ γὰρ ἦσαν ἄξιοι πάντως δήπου κατὰ τὸ εἰκὸς, τοιαύτην ἐπ' αὐτοῖς ὁρισαμένου τὴν ψῆφον τοῦ τὰ δίκαια κρίνοντος Θεοῦ.

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
