# Commentarii in Joannem 1.499

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.499

ἑτέρως φιλάνθρωπον εἶναι διαβεβαιούμενοι τὸν Υἱόν; παυέσθω τοίνυν ὁ χριστομάχος, πανταχόθεν αὐτῷ πρὸς δυσφημίαν κατηγορουμένου τοῦ προβλήματος, καὶ πικροῖς ἡμᾶς περὶ τούτων μὴ καθυλακτείτω λόγοις. Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. Ὁρισάμενος ἤδη τὸ ἀγαθὸν θέλημα τοῦ Πατρὸς, ἀπολευκαίνει πάλιν αὐτὸ, καὶ πλατύτερον εἰς ἐπίσκεψιν τοῖς ἀκροωμένοις προτίθησι, διὰ τοῦ καὶ ἐσαῦθις ἀναλαβεῖν. τίς γὰρ ἂν γένοιτο τῆς προσαγωγῆς ὁ τρόπος, καὶ τί τὸ ἐκ τοῦ προσῆχθαι κερδανοῦσί τινες, ἐξηγεῖται λαμπρῶς. δίδωσι τοίνυν ὁ Πατὴρ τῷ Υἱῷ ζωοποιεῖν ἰσχύοντι τὰ ζωῆς ἐπιδεᾶ· δίδωσι δὲ οὕτως, ὡς διὰ γνώσεως ἐντιθεὶς ἑκάστῳ δηλονότι τὴν ἐφ' Υἱῷ κατάληψιν ἀληθῆ, καὶ τὸ δύνασθαι συνιέναι καθαρῶς ὅτιπερ εἴη Θεὸς ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ, ἵν' οὕτως διατεθεὶς, καὶ ταῖς ἐπ' αὐτῷ θεωρίαις κατηγλαϊσμένος, ἐπὶ τὸ ἐκ τῆς πίστεως ἀναφέροιτο γέρας, τουτέστι τὴν μακραίωνα ζωὴν, καὶ τὸν ἀμήρυτον ἐν μακαριότητι βίον. προσάγει μὲν οὖν ὁ Πατὴρ διὰ γνώσεως καὶ θεοπρεποῦς θεωρίας τῷ Υἱῷ, τοὺς οἷς ἂν τὴν θείαν ἐπιψηφίσαιτο χάριν. ζωοποιεῖ δὲ λαβὼν ὁ Υἱὸς, καὶ τὸ ἴδιον ἀγαθὸν τοῖς ἐξ οἰκείας φύσεως καταφθείρεσθαι πεφυκόσιν ἐντιθεὶς, καὶ καθάπερ σπινθῆρα πυρὸς ἐγκαταχώσας αὐτοῖς τὴν ζωοποιὸν τοῦ Πνεύματος δύναμιν, ὅλους δι' ὅλου μεταπλάττει εἰς ἀθανασίαν. ἀκούων δὲ πάλιν, ὅτι προσκομίζει μὲν ὁ Πατὴρ, τὸ δὲ ἀναβιοῦν δύνασθαι χορηγεῖ τοῖς προστρέχουσιν ὁ Υἱὸς, μὴ πρὸς ἐκτόπους ἀποδημήσεις ἐννοίας, ὡς ἰδίᾳ καὶ μεμερι-

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
