# Commentarii in Joannem 1.5

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.5

τὸν ἐκείνων σκοπὸν, ἢ καὶ μαρτυρίας τὰς ἐκ διαθήκης τῆς καινῆς, μὴ ἐπαγέτω τοῦ νοῦ τὴν ὀξύτητα, καθάπερ τινὰ σίδηρον, αὐτοῖς εἰς ἀναίρεσιν καὶ ἀποκοπήν. οὐ γὰρ ἐπειδήπερ ἐλήφθη παρὰ τῶν οὐκ εἰδότων ἑρμηνεύειν ὀρθῶς, διὰ τοῦτο δὴ πάντως καὶ ἀπόβλητον ἔσται τὸ διὰ στόματος Θεοῦ· ἀλλ' ἐπείπερ ἐστὶ καρποφόρον, ἔσται σοι μᾶλλον εἰς βοήθημα καὶ τροφήν. τὸ γὰρ παρ' ἐκείνων ἀνοήτως ἔσθ' ὅτε ληφθὲν εἰς τὸν ὀρθὸν τῆς πίστεως περιτρέποντες λογισμὸν, οὐχ ὅπως ἀτονοῦντες οὐχ ἁλωσόμεθα, νευρούμεθα δὲ μᾶλλον εἰς τοὺς κατὰ τῆς αἱρέσεως λόγους. ἐπιφέρει δὲ παραχρῆμα καὶ λογισμὸν ἀναπείθοντά πως τοὺς ἀκροωμένους, ὅτι προσήκοι τὰς τοῦ συναγορεύειν ὁρμὰς οὐκ ἐπ' ἀνατροπῇ μᾶλλον ποιεῖσθαι τῶν θείων λογίων, ἀλλ' εἰς ἀναίρεσιν τῶν οὐκ ὀρθῶς λεγομένων παρὰ τῶν δι' ἐναντίας· "Μὴ γὰρ, φησὶν, ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ἀγρῷ "εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα;" ἆρα γὰρ, φησὶν, οἰήσῃ ποτὲ, καθάπερ τινὰ τῶν αἱρεσιαρχῶν, αὐτόμολόν σοι πρὸς μάχην ἐξαναστήσεσθαι τὸ ἐκ τῶν συγγραμμάτων τῶν ἱερῶν ῥητὸν, καὶ οὐχὶ μᾶλλον διὰ τῆς ἐκείνων ἀπονοίας πλεονεκτούμενον; μὴ οὖν ἀποτέμῃς, φησὶν, ἔστω δέ σοι καὶ τροφή· τὸ δὲ ξύλον, ὅπερ οὐκ οἶσθα "καρπό"βρωτον ἐξολοθρεύσεις καὶ ἐκκόψεις." ἄβρωτος γὰρ τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν, ὁ τῶν παρ' ἐκείνοις συγγραμμάτων καρπός· κατ' ἐκείνων ἡκέτω πᾶς σίδηρος· ἐκεῖ φαινέσθω τῶν πνευματικῶν ὑλοτόμων ἡ δύναμις, ἐπ' ἐκείνοις στιλβέτω τῆς ἐν τῷ συναγορεύειν εὐτονίας ὁ πέλεκυς· τὸ γὰρ ἄχρηστόν τε καὶ ἀνωφελὲς τῆς τῶν ἑτεροδοξούντων φλυαρίας, καὶ ὁ προφήτης ἡμῖν Ὠσηὲ ἄριστα διερμηνεύει λέγων "Δράγμα οὐκ "ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον, ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλό-

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
