# Commentarii in Joannem 1.50

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.50

ζεσθαι τοῦ μὴ εἰδότος αὐτήν. πρὸς οὖν τὰς τοιαύτας τῶν Ἰουδαίων ἀπονοίας ἀπολογούμενος, πάντα μὲν ὑφαιρεῖ τὸν ἐν τοῖς ῥήμασι κόμπον, ὑφειμένως δὲ καὶ οὐ τρανῶς ἐκδιδάσκειν βούλεται, ὡς οὐκ ἄν τι παρὰ τὸ δοκοῦν ἐργάσαιτο τῷ Θεῷ καὶ Πατρὶ, ὁ μὴ εἰδὼς ἁμαρτίαν Υἱός· ἵνα δὲ μὴ γυμνότερον λέγων Ἁμαρτίαν οὐκ οἶδα, παροτρύνῃ πάλιν αὐτοὺς εἰς τὸ καταλεύειν αὐτόν. ἢ γὰρ ἂν εὐθὺς ἀναζέοντες εἰς ὀργὰς ἐπεπήδων λέγοντες Θεῷ μόνῳ τὸ μὴ ἁμαρτάνειν οἰκεῖον· σὺ δὲ ἄνθρωπος ὢν, μὴ λάλει τὰ μόνῳ πρέποντα Θεῷ· ὃ δὴ καὶ ἑτέρωθί που πεπράχασι, λέγοντες λιθάζειν αὐτὸν εἰκότως, ὅτιπερ ἄνθρωπος ὢν, ἑαυτὸν ποιεῖ Θεόν· περιεσταλμένως ὁ Σωτὴρ, ἅτε δὴ καὶ ἄνθρωπος γεγονὼς καὶ ὡς ὑπὸ νόμον μετὰ τῶν ὑπὸ νόμον, τὸν λόγον ἔφη τηρεῖν τοῦ Πατρὸς, μονονουχὶ λέγων Οὐδαμοῦ τὸ τοῦ Πατρὸς θέλημα παρεκβήσομαι· ἐν γὰρ τῷ τὸν θεῖον ἐξέρχεσθαι νόμον ἡ ἁμαρτία γίνεται, ἐγὼ δὲ ἁμαρτίαν οὐκ οἶδα, κατὰ φύσιν ὑπάρχων Θεός· οὐκοῦν διδάσκων οὐ λυπῶ τὸν Πατέρα. λοιπὸν ἐπιτιμάτω μηδεὶς τῷ κατὰ φύσιν μὲν νομοθέτῃ, διὰ δὲ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν νομοφύλακι. εἰδέναι δὲ τὸν Πατέρα φησὶν, οὐχ ἁπλῶς καθάπερ ἡμεῖς, ἀπεριεργότερον δὲ αὐτὸ τοῦτο μόνον, ὅτιπερ εἴη Θεὸς, ἀλλ' ἐξ ὧν ἔστιν αὐτὸς τὴν τοῦ Πατρὸς φύσιν διισχυρίζεται νοεῖν. ἐπειδὴ δὲ οἶδεν ὑπομένειν οὐκ εἰδότα τροπὴν τὸν γεννήσαντα, οἶδε δηλονότι καὶ ἑαυτὸν ἄτρεπτον ἐξ ἀτρέπτου Πατρός· τὸ δὲ τροπὴν οὐκ εἰδὸς, πῶς ἂν λέγοιτό τι καὶ ἁμαρτάνειν, καὶ οὐχὶ μᾶλλον ἀκλονήτως ἐν τοῖς ἰδίοις ἑστάναι φυσικοῖς πλεονεκτήμασιν; Εἰκαῖον οὖν ἄρα τῶν Ἰουδαίων τὸ φρόνημα ἤγουν τὸ κατηγόρημα, παρὰ τὴν τοῦ Πατρὸς βούλησιν ἕτερόν τι φρονεῖν οἰομένων τὸν Υἱόν· τηρεῖ γὰρ, ὥς φησι, τὸν λόγον αὐτοῦ, καὶ ἀγνοεῖ τὸ ἁμαρτάνειν φυσικῶς· οἶδε γὰρ τὸν Πατέρα τοῦτο

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
