# Commentarii in Joannem 1.51

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.51

παθεῖν οὐ δυνάμενον, ᾧπέρ ἐστιν ὁμοούσιος ὡς Υἱὸς ἀληθινός. ἐπειδὴ δὲ πρὸς τοῦτό φασι καὶ τὸ συνημμένον τῇ παρ' αὐτῶν ἀντιθέσει "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά "σε·" φέρε δὴ πάλιν, καὶ ἐπὶ τούτῳ τὸν περὶ τῆς εὐσεβείας ἀναπτύξωμεν λόγον. οὐ γὰρ ἐπειδήπερ τὰ τοιαῦτά φησι πρὸς τὸν Υἱὸν ὁ Πατὴρ, διὰ τοῦτο δὴ πάντως οἴεσθαι χρὴ, λόγον μὲν ἐνυπάρχειν ἔμφυτον αὐτῷ, ἕτερον δέ τινα παρ' ἐκεῖνον ἐννοεῖν τὸν Υἱόν· ἀλλὰ πρῶτον μὲν ἐκεῖνο καθ' ἑαυτοὺς ἐνθυμώμεθα, ὅτι προφήτης ἐν πνεύματι λαλεῖν μελετήσας μυστήρια, τὸ πρόσωπον ἡμῖν ὑποκρίνεται τοῦ Υἱοῦ, καὶ δὴ καὶ εἰσφέρει παρὰ τοῦ Πατρὸς ἀκούοντα αὐτόν "Υἱός "μου εἶ σὺ," καὶ τὰ τούτοις ἀκόλουθα. καὶ οὐ δήπου πάντως ἡ κατὰ τὸ ἀνθρώπινον σχῆμα γενομένη διασκευὴ, δύο λόγους ἡμᾶς ἀναγκάσει νοεῖν, ἀλλὰ τοῖς ἡμετέροις ἔθεσιν ἀναθέντες τὴν διὰ τῶν τοιούτων ἀπαραίτητον οἰκονομίαν, αἰτιασόμεθα μὲν, εἰ γεμὴν πράττοιμεν ὀρθῶς, τῆς ἑαυτῶν φύσεως τὴν ἀσθένειαν, οὔτε λόγους ἐχούσης οὔτε μὴν τρόπους θεωρημάτων τοὺς τοῖς ὑπὲρ ἡμᾶς μυστηρίοις ἀκριβῶς διακονουμένους, ἢ καὶ ἀνεγκλήτως διερμηνεύειν ἰσχύοντας τὰ θεοπρεπέστερα· τὸ νικᾶν δὲ πάλιν ἐπιτρέψομεν τῇ θείᾳ φύσει τὸν ἐν ἡμῖν νοῦν τε καὶ λόγον, οὐχ ὡς λέγεται πάντως νοοῦντες τὰ περὶ αὐτῆς, ἀλλ' ὡς αὐτῇ πρέπει καὶ βούλεται. ἢ εἴπερ οὐκ ὀρθῶς τοῖς τοιούτοις ἡμᾶς ἀποκεχρῆσθαι λόγοις οἴονταί τινες τῶν ἀνοσίων αἱρετικῶν, τὴν δὲ καθ' ἡμᾶς ἀναβαίνειν συνήθειαν οὐκ ἐπιτρέπουσι τὸ σχῆμα τοῦ λόγου, δικαίως ἀκούσονται Νοείσθω καθ' ἡμᾶς καὶ γεννῶν ὁ Πατὴρ, μὴ ἀρνείσθω γαστέρα καὶ τὰς ἐπὶ τῷ τίκτειν ὠδῖνας. "Ἐκ "γαστρὸς γὰρ ἐξεγέννησά σε," φησὶ τῷ Υἱῷ. ἀλλ' ἴσως, μᾶλλον δὲ πάντως, ἐροῦσιν ἐκ τῆς καθ' ἡμᾶς ὁμοιότητος τὴν ἐφ' Υἱῷ γνησίαν ὠδῖνα σημαίνεσθαι τοῦ Πατρός. οὐκοῦν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
