# Commentarii in Joannem 1.530

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.530

καὶ τὸν ἐκ τῆς παρθένου ναὸν, οὐ ταὐτὸν μὲν οὖν ὄντα τῇ φύσει· οὐ γὰρ ὁμοούσιον τῷ ἐκ Θεοῦ Λόγῳ τὸ σῶμα· ἓν δὲ τῇ συνόδῳ καὶ τῇ ἀπερινοήτῳ συνδρομῇ· καὶ ἐπείπερ ζωοποιὸς γέγονε τοῦ Σωτῆρος ἡ σὰρξ, ἅτε δὴ τῇ κατὰ φύσιν ἡνωμένη ζωῇ, τῷ ἐκ Θεοῦ δηλονότι Λόγῳ, ὅταν αὐτῆς ἀπογευσώμεθα, τότε τὴν ζωὴν ἔχομεν ἐν ἑαυτοῖς συνενούμενοι καὶ ἡμεῖς αὐτῇ, καθάπερ οὖν αὐτὴ τῷ ἐνοικήσαντι Λόγῳ. διὰ γάρ τοι τοῦτο καὶ ἐν τῷ τοὺς νεκροὺς διανιστᾶν, οὐ λόγῳ μόνον, οὐδὲ τοῖς θεοπρεπέσιν ἐπιτάγμασιν ὁ Σωτὴρ ἐνεργῶν εὑρίσκεται, ἀλλὰ συνεργάτην ὥσπερ τινὰ πρὸς τοῦτο δὴ μάλιστα τὴν ἁγίαν αὐτοῦ λαμβάνειν ἠπείγετο σάρκα, ἵνα δεικνύῃ ζωοποιεῖν δυναμένην, καὶ ὡς ἓν ἤδη γενομένην πρὸς αὐτόν. καὶ γὰρ ἦν ὄντως ἴδιον αὐτοῦ, καὶ οὐχ ἑτέρου τὸ σῶμα. καὶ γοῦν ὅτε τὸ τοῦ ἀρχισυναγώγου κόριον διανίστη λέγων "Ἡ παῖς ἔγειραι," ἐκράτησε τῆς χειρὸς αὐτῆς, καθὰ γέγραπται· ζωοποιῶν μὲν ὡς Θεὸς, τῷ παντουργῷ προστάγματι· ζωοποιῶν δὲ αὖ πάλιν καὶ διὰ τῆς ἁφῆς τῆς ἁγίας σαρκὸς, μίαν τε καὶ συγγενῆ δι' ἀμφοῖν ἐπιδείκνυσι τὴν ἐνέργειαν. ἀλλὰ καὶ ὅτε εἰσεπορεύετο εἰς πόλιν καλουμένην Ναῒν, καὶ "ἐξεκομίζετο μονογενὴς υἱὸς "τεθνηκὼς τῇ μητρὶ αὐτοῦ," πάλιν "ἥψατο τῆς σοροῦ, "λέγων Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι." καὶ οὐ μόνον δίδωσιν ἐνεργεῖν τῷ λόγῳ τὴν τῶν νεκρῶν ἀναβίωσιν, ἀλλ' ἵνα δείξῃ ζωοποιὸν τὸ ἴδιον σῶμα, καθάπερ οὖν ἤδη προείπομεν, τῶν τεθνεώτων ἅπτεται, καὶ δι' αὐτοῦ τὴν ζωὴν ἐντιθεὶς τοῖς ἤδη κατεφθαρμένοις. καὶ εἰ διὰ μόνης ἁφῆς τῆς ἁγίας σαρκὸς ζωοποιεῖται τὸ διεφθαρμένον, πῶς οὐχὶ πλουσιωτέραν ἀποκερδανοῦμεν τὴν ζωοποιὸν εὐλογίαν, ὅταν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
