# Commentarii in Joannem 1.531

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.531

αὐτῆς καὶ ἀπογευσώμεθα; μεταποιήσει γὰρ πάντως εἰς τὸ ἴδιον ἀγαθὸν, τουτέστι τὴν ἀθανασίαν, τοὺς μετεσχηκότας αὐτῆς. Καὶ μὴ θαυμάσῃς ἐπὶ τούτῳ, μηδὲ εἴπῃς κατὰ σεαυτὸν Ἰουδαϊκῶς τό Πῶς· ἐννόει δὲ μᾶλλον ὅτι ψυχρὸν τῇ φύσει τὸ ὕδωρ ἐστίν· ἀλλ' ὅταν εἰς λέβητα κεχυμένον ὁμιλήσῃ τῷ πυρὶ, τότε τῆς μὲν ἰδίας μονονουχὶ καὶ ἐπιλανθάνεται φύσεως, εἰς δὲ τὴν τοῦ νενικηκότος ἐνέργειαν ἀποφοιτᾷ. τὸν αὐτὸν οὖν ἄρα καὶ ἡμεῖς τρόπον, εἰ καὶ φθαρτοὶ διὰ τὴν φύσιν ἐσμὲν τῆς σαρκὸς, ἀλλὰ τῇ μίξει τῆς ζωῆς τὴν ἑαυτῶν ἀφέντες ἀσθένειαν, εἰς τὸ ἐκείνης ἴδιον ἀναστοιχειούμεθα, τουτέστι τὴν ζωήν. ἔδει γὰρ ἔδει, μὴ μόνον διὰ τοῦ Ἁγίου Πνεύματος εἰς ζωῆς καινότητα τὴν ψυχὴν ἀνακτίζεσθαι, ἀλλὰ γὰρ καὶ τὸ παχὺ τοῦτο καὶ γεῶδες σῶμα διὰ παχυτέρας καὶ συγγενοῦς ἁγιάζεσθαι μεταλήψεως καὶ καλεῖσθαι πρὸς ἀφθαρσίαν. οἰέσθω δὲ μηδαμῶς ὁ νωθρὸς εἰς σύνεσιν Ἰουδαῖος, νεωτέρων ἡμῖν μυστηρίων ἀνηυρῆσθαι τρόπον. θεωρήσει γὰρ ἐν ἀρχαιοτέροις συγγράμμασι, φημὶ δὲ τοῖς Μωυσαϊκοῖς, προκαταγραφόμενον ἤδη καὶ τῆς ἀληθείας φοροῦντα τὴν δύναμιν, ὅτι καὶ ἐν ψιλοῖς ἐτελεῖτο τοῖς σχήμασι. τί γὰρ ἐδυσώπησεν, εἰπέ μοι, τὸν ὀλοθρευτήν; τί δὲ καὶ τοὺς προγόνους ἐκείνων μὴ συναπολέσθαι τοῖς Αἰγυπτίοις παρεσκεύασεν, ὅτε κατὰ τῶν πρωτοτόκων ὁ πάντα νικῶν ἐξωπλίζετο θάνατος; ἆρ' οὐχὶ πᾶσιν ἂν γένοιτο συμφανὲς, ὡς ἐπείπερ τῷ θείῳ νόμῳ καταπειθόμενοι τεθύκασι τὸν ἀμνὸν, καὶ τῶν ἐκείνου σαρκῶν ἀπογευσάμενοι κατέχρισαν τῷ αἵματι τὰς φλιὰς, παρελαύνειν αὐτοὺς ὡς ἡγιασμένους ὁ θάνατος ἠναγκάζετο; παρετέτακτο μὲν γὰρ κατὰ πάσης τῆς ἀνθρωπείας φύσεως ὁ ὀλοθρευτὴς, τουτέστιν, ὁ τῆς σαρκὸς θάνατος, διὰ τὴν ἐν τῷ πρωτοπλάστῳ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
