# Commentarii in Joannem 1.536

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.536

"πίνων ἐκ τοῦ ποτηρίου ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ "πίνει·" δοκιμάσας δὲ τὰ κατ' ἐμαυτὸν, οὐκ ἄξιον ὄντα βλέπω. Πότε τοίνυν ἄξιος ἔσῃ, καὶ παρ' ἡμῶν ὁ τοῦτο λέγων ἀκούσεται, πότε σαυτὸν παραστήσεις τῷ Χριστῷ; εἰ γὰρ μέλλοις ἀεὶ καταπτοεῖσθαι τοῖς ὀλισθήμασιν, ὀλισθάνων δὲ οὐκ ἀποπαύσῃ· "Τίς γὰρ συνήσει παραπτώματα," κατὰ τὸν ἅγιον ψαλμῳδὸν, ἀμέτοχος εὑρεθήσῃ παντελῶς τοῦ διασώζοντος ἁγιασμοῦ. οὐκοῦν λογιῇ μὲν εὐσεβέστερον σύννομον ἐπιτηδεύειν βίον, μεταλήψῃ δὲ οὕτω τῆς εὐλογίας, οὐ θανάτου μόνον, ἀλλὰ καὶ τῶν ἐν ἡμῖν νοσημάτων ἀποκρουστικὴν εἶναι πιστεύσας· κατακοιμίζει γὰρ ἐν ἡμῖν γεγονὼς ὁ Χριστὸς τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον, καὶ ἀναζωπυρεῖ μὲν τὴν εἰς Θεὸν εὐλάβειαν, ἀπονεκροῖ δὲ τὰ πάθη, μὴ λογιζόμενος ἡμῖν τὰ ἐν οἷς ἐσμεν παραπτώματα, θεραπεύων δὲ μᾶλλον ὡς νενοσηκότας. καταδεσμεῖ γὰρ τὸ συντετριμμένον, ἐγείρει τὸ πεπτωκὸς, ὡς ποιμὴν ἀγαθὸς καὶ τὴν ψυχὴν ἑαυτοῦ τεθεικὼς ὑπὲρ τῶν προβάτων.

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
