Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.537
Not analysed yet
ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει δι' ἐμέ. ΑΣΥΜΦΑΝΕΣΤΕΡΟΣ μὲν τῶν προκειμένων ὁ νοῦς, καὶ οὐ τῇ τυχούσῃ δυσχερείᾳ κατημφιεσμένος· πλὴν οὐ παντελῶς ἀποσκιρτήσει πρὸς τὸ δυσεύρετον, καταληφθήσεται γὰρ καὶ ἁλώσιμος ἔσται τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν. ὅτε τοίνυν ἀπεστάλθαι φησὶν ἑαυτὸν ὁ Υἱὸς, τότε τὸ σεσαρκῶσθαι δηλοῖ, καὶ ἕτερον οὐδέν· τὸ σεσαρκῶσθαι δὲ ὅταν λέγωμεν, ἄνθρωπον ὁλοκλήρως γενέσθαι φαμέν. ὥσπερ τοίνυν ἄνθρωπόν με, φησὶ, πεποίηκεν ὁ Πατὴρ, καὶ ἐπείπερ ἐκ τῆς κατὰ φύσιν ἐγεννήθην ζωῆς Θεὸς ὢν Λόγος ζωὴ, καὶ ἄνθρωπος γεγονὼς τῆς ἐμαυτοῦ φύσεως τὸν ἐμὸν ἐμπλήσας ναὸν, τουτέστι τὸ σῶμα· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τὴν ἐμὴν ἐσθίων σάρκα ζήσει δι' ἐμέ· ἔλαβον γὰρ τὴν ἀποθνήσκουσαν σάρκα, ἀλλ' ἐπείπερ ἐνῴκηκα ταύτῃ, ζωὴ κατὰ φύσιν ὑπάρχων, διὰ τὸ ἐκ ζῶντος εἶναι Πατρὸς, πᾶσαν εἰς ζωὴν ἀνεστοιχείωσα τὴν ἐμαυτοῦ. οὐ νενίκημαι τῇ φθορᾷ τῆς σαρκὸς, νενίκηκα δὲ μᾶλλον αὐτὴν ὡς Θεός. ὥσπερ οὖν· ἐρῶ γὰρ αὖθις ὀκνήσας οὐδὲν διὰ τὸ χρήσιμον· εἰ καὶ