# Commentarii in Joannem 1.538

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.538

γέγονα, φησὶ, σάρξ· τοῦτο γὰρ τὸ ἀπεστάλθαι σημαίνει· ζῶ πάλιν διὰ τὸν ζῶντα Πατέρα, τουτέστι, τὴν τοῦ τεκόντος εὐφυΐαν ἐν ἐμαυτῷ διασώζων, οὕτω καὶ ὁ διὰ τῆς μεταλήψεως τῆς ἐμῆς σαρκὸς ἐμὲ δεχόμενος ἐν ἑαυτῷ ζήσεται, πάντως ὅλος εἰς ἐμὲ μεταστοιχειούμενος, τὸν ζωογονεῖν ἰσχύοντα διὰ τὸ ὡς ἐκ ῥίζης εἶναι τῆς ζωοποιοῦ, τουτέστι τοῦ Θεοῦ καὶ Πατρός. σεσαρκῶσθαι δὲ λέγει παρὰ τοῦ Πατρὸς, καίτοι τοῦ μὲν Σολομῶνος λέγοντος "Ἡ σοφία "ᾠκοδόμησεν ἑαυτῇ οἶκον·" τοῦ δὲ μακαρίου Γαβριὴλ τῇ τοῦ Πνεύματος ἐνεργείᾳ τὴν τοῦ θείου σώματος ἀνατιθέντος ποίησιν, ὅτε τῇ ἁγίᾳ προσελάλει παρθένῳ "Πνεῦμα" γὰρ, φησὶν, "ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου "ἐπισκιάσει σοι·" ἵνα πάλιν ἐννοῇς, ὅτι μιᾶς οὔσης τῆς κατὰ φύσιν θεότητος, καὶ ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης καὶ ἐν τῷ Ἁγίῳ Πνεύματι, οὐ μεμερισμένως ἕκαστος ἐνεργήσει περί τι τῶν ὄντων, ἀλλ' ὅπερ ἂν λέγοιτο γενέσθαι καὶ δι' ἑνὸς, τοῦτο πάντως ἐστὶν ὅλης ἔργον τῆς θείας φύσεως. μιᾶς γὰρ οὔσης τῆς ἁγίας Τριάδος κατά γε τὸν τῆς ὁμοουσιότητος λόγον, μία δήπου πάντως καὶ ἡ ἐφ' ἅπασιν ἔσται δύναμις. πάντα γὰρ ἐκ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι· ὃ δὲ πολλάκις εἰρήκαμεν, τοῦτο πάλιν ἐροῦμεν· τὰ αὐτὰ γὰρ λέγειν εἰ καὶ φορτικὸν, ἀλλ' οὖν ἔχει τὸ ἀσφαλές. ἔθος γὰρ τῷ Σωτῆρι Χριστῷ τὰ ὅσαπέρ ἐστι τὴν ἀνθρώπῳ πρέπουσαν ἀναπηδῶντα δύναμιν, τῇ τοῦ Πατρὸς ἐνεργείᾳ χρησίμως ἀνατιθέναι. τεταπείνωκε γὰρ ἑαυτὸν ἄνθρωπος γεγονώς· καὶ ἐπείπερ τὴν τοῦ δούλου μορφὴν κατεδέξατο, τὸ δουλοπρεπὲς οὐκ ἀτιμάζει μέτρον, πλὴν οὐκ ἔξω κείσεται τοῦ πάντα ποιεῖν μετὰ Πατρός· ἐνεργεῖ δὲ ὁ γεννήσας αὐτὸν δι' αὐτοῦ τὰ πάντα, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν "Ὁ Πατὴρ γὰρ, φησὶν, ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
