# Commentarii in Joannem 1.543

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.543

ἂν εἰκότως ἤδη λοιπὸν, ἐκεῖνο μανθάνειν ἐπιθυμῶν, τί ἐνεργήσει περὶ τὸν Υἱὸν, ὑπάρχων ἐν αὐτῷ; ἆρα μεταδώσει τῆς ἑαυτοῦ ζωῆς τῷ ἰδίῳ γεννήματι, καθάπερ δεομένῳ καὶ οὐχ ἔχοντι τὴν ζωὴν ἐξ ἑαυτοῦ; καὶ πῶς οὐκ ἀνάγκη πᾶσα νοεῖν ἔρημον εἶναι ζωῆς τὸν Υἱόν; τὸ δὲ ζωῆς ἔρημον, τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ φθαρτόν; ἀλλ' οὐ μεταδώσει τῆς ἑαυτοῦ ζωῆς τῷ γεννήματι· ζωὴ γὰρ, καὶ εἰ μὴ δέχοιτο παρ' αὐτοῦ. Πῶς οὖν ἔτι συκοφαντοῦσί τινες ἀθυρογλωττοῦντες ἀφυλάκτως, καὶ διὰ τοῦτο λέγουσι ζῆν τὸν Υἱὸν, ἐπείπερ ἔχει ζωὴν ὄντα κατὰ φύσιν ἐν ἑαυτῷ τὸν Πατέρα; εἰ μὲν γὰρ ζῇ καὶ δίχα τοῦ Πατρὸς, ὡς ὑπάρχων οὐσιωδῶς καὶ αὐτοζωὴ, οὐκέτι ζῇ διὰ τὸν Πατέρα, τουτέστι, διὰ τὴν ἐκ Πατρὸς μετάληψιν. εἰ δὲ χορηγὸν τῆς ἰδίας ζωῆς ἔχει τὸν Πατέρα, ζωὴν ἰδίαν οὐκ ἔχων αὐτὸς ἀναδειχθήσεται· διανείζεται γὰρ τὴν παρ' ἑτέρου, καὶ ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ζῷον μᾶλλόν ἐστιν ἢ ζωὴ, καὶ φθαρτῆς ἤδη φύσεως. πῶς οὖν ἑαυτὸν ἀπεκάλει ζωήν; ἢ γὰρ ἐξέσται καὶ ἡμῖν ἀκινδύνως εἰπεῖν Ἐγώ εἰμι ἡ ζωὴ, ἢ εἴπερ ἐστὶ σφαλερὸς ὁ λόγος· οὐ γὰρ ἐξέσται ποιήματι τοῖς θεοπρεπέσιν ἀξιώμασιν ἐπιπηδᾶν· οἶδεν ἄρα ζωὴν ὄντα κατὰ φύσιν ἑαυτὸν ὁ Υἱός. ἐπεὶ πῶς ἔσται "χαρακτὴρ τῆς ὑποστάσεως" τοῦ γεννήσαντος αὐτὸν, πῶς δὲ εἰκὼν καὶ ὁμοίωσις ἀκριβής; ἢ πῶς οὐκ ὀρθῶς ἐποίει λέγων ὁ Φίλιππος "Δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ "ἡμῖν;" καὶ γὰρ δὴ καὶ ὄντως ἐννοῆσαι προσήκει, ὅτι τὸν Υἱόν τις τεθεαμένος, οὔπω τεθεώρηκε τὸν Πατέρα, εἴπερ ὁ μέν ἐστι κατὰ φύσιν ζωὴ, ὁ δὲ ζωῆς τῆς παρ' αὐτοῦ μέτοχος. οὐ γὰρ ἄν τις ἴδοι τὸ ζωοποιοῦν ἐν τῷ ζωοποιουμένῳ ποτὲ, ἐν τῷ δεομένῳ τὸν ἀπροσδεᾶ. οὐκοῦν καὶ καθ' ἕτερον

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
