Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.544
Not analysed yet
ψεύσεται τρόπον, εἰπών "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν "Πατέρα." Ἀλλ' ὁρᾷ που πάλιν ὁ τῶν εὐσεβῶν τῆς Ἐκκλησίας δογμάτων ἐραστὴς, ὅσα ταῖς ἐκείνων φλυαρίαις ἀκολουθήσει τὰ ἄτοπα. ἐκκλινέτω τοιγαροῦν ἀπ' αὐτῶν καὶ παραλλαττέτω κατὰ τὸ γεγραμμένον· καὶ ποιείτω μὲν τροχιὰς ὀρθὰς, τὰς δὲ ὁδοὺς κατευθυνέτω τὰς ἑαυτοῦ, καὶ πρὸς τὸ ἁπλοῦν τῆς ἀληθείας ὁράτω κάλλος, ζωὴν μὲν κατὰ φύσιν εἶναι πιστεύων τὸν Θεὸν καὶ Πατέρα, ζωὴν δὲ πάλιν ὁμοίως τὸν ἐξ αὐτοῦ γεγεννημένον Υἱόν. ὡς γὰρ φῶς ἐκ φωτὸς εἶναι λέγεται, οὕτω καὶ ζωὴ ἐκ ζωῆς· καὶ ὥσπερ τὰ φωτὸς δεόμενα φωτίζει ὁ Θεὸς καὶ Πατὴρ, ὡς διὰ φωτὸς ἰδίου τοῦ Υἱοῦ, καὶ σοφοῖ τὰ σοφίας δεκτικὰ, ὡς διὰ σοφίας ἰδίας, καὶ δυναμοῖ τὰ δυνάμεως χρῄζοντα, ὡς διὰ δυνάμεως πάλιν ἰδίας, οὕτω καὶ ζωοποιεῖ τὰ ὅσαπέρ ἐστι τῆς παρ' αὐτοῦ δεόμενα ζωῆς, ὡς διὰ ζωῆς ἰδίας καὶ ἐξ αὐτοῦ προχεομένης, τουτέστι τοῦ Υἱοῦ. ὅταν οὖν λέγῃ Ζῶ διὰ τὸν Πατέρα, μὴ νομίσῃς ὅτι διὰ τὸ δέχεσθαι τὴν παρὰ τοῦ Πατρὸς ζωὴν, ζῆν ἑαυτὸν ὁμολογεῖ, ἀλλ' ἐπείπερ ἐκ ζῶντος ἐγεννήθη Πατρὸς, διὰ τοῦτο καὶ ζῆν ἑαυτὸν διισχυρίσατο. οὐ γὰρ ἐνεχώρει μὴ ζῆν τὸν ἐκ ζῶντος Πατρός· καὶ ὥσπερ εἴ τις λέγοι τῶν καθ' ἡμᾶς Ἄνθρωπός εἰμι λογικὸς διὰ τὸν πατέρα, ἀνθρώπου γὰρ λογικοῦ γέγονα τέκνον· οὕτω νοήσεις καὶ ἐπ' αὐτοῦ τοῦ Μονογενοῦς· ζῶ φησι διὰ τὸν Πατέρα. ἐπειδὴ γὰρ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ γεννήσας με Πατὴρ, εὐφυὲς δέ εἰμι καὶ γνήσιον γέννημα, τὸ ἴδιον αὐτοῦ κατὰ φύσιν ἐπάγομαι, τουτέστι, τὸ εἶναι ζωὴ, τοῦτο γάρ ἐστι καὶ ὁ Πατήρ. ἐπειδὴ δὲ εἷς ἐξ ἑνὸς νοεῖταί τε καὶ ἔστιν· ἐκ Πατρὸς γὰρ ὁ Υἱὸς, εἰ καὶ συνῆν ἀϊδίως· εἰκότως τοῖς φυσικοῖς τοῦ γεννήσαντος ἀξιώμασιν, ὡς ἰδίοις ἐπισεμνύνεται.