# Commentarii in Joannem 1.545

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.545

Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων μου τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα. Μεγάλα, φησὶν, εἶναι δεῖ τὰ ἐκ μεγάλων ἀποτελέσματα, καὶ τὰ διὰ τῆς ἄνωθεν χορηγούμενα χάριτος, ὁρᾶσθαι προσήκει θεοπρεπῆ, καὶ τῆς θείας μεγαλοδωρεᾶς ἄξια. εἰ γὰρ ὅλως ἐποιήσω παραδεκτὸν ἐν πίστει τὸ ἐξ οὐρανοῦ καταβαίνειν τὸν ἄρτον, ἐμποιείτω τοῖς ἐφιεμένοις διηνεκῆ τὴν ζωὴν, καὶ ἀκατάληκτον ἐχέτω τῆς ἀθανασίας τὴν ἐνέργειαν. εἴη γὰρ ἂν ἀπόδειξις αὕτη σαφὴς τοῦ εἶναι τὸν ἄρτον ἐξ οὐρανοῦ, τουτέστι, παρὰ Θεοῦ· ἐπεὶ καὶ πρέπειν ἐροῦμεν αἰώνια τῷ αἰωνίῳ χαρίζεσθαι, καὶ μὴ προσκαίρου τρυφῆς ἀπόλαυσιν, εἰς ὀλιγοστὸν κομιδῆ τὸν καιρὸν καὶ μόλις ἀντέχειν ἰσχύουσαν. λογιεῖται γάρ τις οὐκ ἔτι σοφῶς ἄρτον εἶναι τὸν παρὰ Θεοῦ καὶ ἄνωθεν, ὃν βεβρωκότες οἱ πρόγονοι θανάτῳ νενίκηνται, καὶ τὴν ἀπὸ τῆς φθορᾶς οὐκ ἀπεκρούσαντο βλάβην, καὶ θαυμαστὸν οὐδέν· ἄρτος γὰρ ἀπαθανατίζειν ἰσχύων, ἐκεῖνος οὐκ ἦν. οὐκοῦν οὐδὲ ἐξ οὐρανοῦ δικαίως ἂν ὑπό του νοοῖτο καὶ λέγοιτο. ἦν γὰρ δὴ καὶ ἔργον τῷ ἐκεῖθεν καθικνουμένῳ πρέπον, καὶ θανάτου καὶ φθορᾶς ἀμείνους ἀποτελεῖν τοὺς μετέχοντας αὐτοῦ. ἀναμφιλόγῳ δὲ πάλιν ἀποδείξει βεβαιωθήσεται, ἄρτον εἶναι τοῦτον ἐξ οὐρανοῦ, τὸν διὰ Χριστοῦ δηλαδὴ, τουτέστι, τὸ σῶμα αὐτοῦ. ζῆν γὰρ εἰς αἰῶνα ποιεῖ τὸν ἀπογευσάμενον. πολὺ δὲ δή τι τὸ ἀξιόπιστον τῆς θείας φύσεως κἀν τοιούτοις ὁρᾶται, οὐδὲν ἀξιούσης χαρίζεσθαι μικρὸν, πάντα δὲ μᾶλλον ὑπερφυῆ, εἰ καὶ τὴν ἡμετέραν διάνοιαν ὑπερτέλλοντα, ὡς διὰ τὸ μέγεθος ἤδη τῆς χάριτος καὶ ἀπιστεῖσθαι παρὰ τῶν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
