Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.546
Not analysed yet
ἁπλουστέρων. τῇ γὰρ οὕτω πλουσίᾳ χειρὶ πῶς οὐκ ἔδει προσεῖναι τὸ πλούσια χαρίζεσθαι θέλειν; διὸ καὶ ὁ Παῦλος ἀποθαυμάζει λέγων "Ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ "ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν "ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·" ἐν μικροῖς δὲ ὁ νόμος παραδείγμασι τὰ μεγάλα διετύπου, "σκιὰν ἔχων τῶν μελ"λόντων ἀγαθῶν, οὐκ αὐτὴν δὲ τὴν εἰκόνα τῶν πραγμάτων," καθὰ γέγραπται· ὡς ἐν τῇ τοῦ μάννα τροφῇ τὴν εὐλογίαν ὁρᾶσθαι τὴν διὰ Χριστοῦ· σκιὰ γὰρ τῶν μελλόντων ἐκεῖνα τοῖς ἀρχαιοτέροις προκατεγράφετο. Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ. Θαυμαστῶν ἡμῖν μυστηρίων ἐξήγησιν εἰσενεγκὼν ὁ σοφώτατος Εὐαγγελιστὴς, ἀνατίθησιν εἰκότως τῷ Σωτῆρι Χριστῷ τὴν τῆς ἐπ' αὐτοῖς διδασκαλίας ἀρχὴν, τῇ τοῦ προσώπου περιφανείᾳ τὸν ἀντιπράττοντα δυσωπῶν, καὶ τοὺς οἵπερ ἔμελλον ἀντεροῦντες ἀφίξεσθαι προκαταπτοῶν· ἡ γὰρ τῶν διδασκόντων ἔσθ' ὅτε λαμπρότης ἑτοιμότερόν πως εἰς πίστιν τὸν ἀκροατὴν ἐργάζεται, καὶ γοργοτέραν παρὰ τῶν παιδευομένων ἀπαιτεῖ τὴν συναίνεσιν. εὖ δὲ δὴ λίαν ἐπάγει τό Ἐν τῇ συναγωγῇ· μόνον γὰρ οὐχὶ τοῦτο δηλούμενος ὁ λόγος Ἀλλ' οὐδὲ εἷς που τυχὸν ἢ δύο κατήκουσαν ταῦτα λέγοντος τοῦ Χριστοῦ, διαῤῥήδην ἐπὶ πάντων ἐν συναγωγῇ διδάξας ὁρᾶται, ὥσπερ οὖν αὐτὸς καὶ διὰ τοῦ προφήτου Ἡσαΐου φησίν "Οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς "σκοτεινῷ·" ἐποιεῖτο γὰρ ἐν παῤῥησίᾳ τοὺς περὶ τούτων λόγους, ἀναπολόγητον τοῖς Ἰουδαίοις τὴν κρίσιν ἀποτελῶν, καὶ τοῖς ἀπειθήσασι τὰ ἐκ τοῦ μὴ πιστεύειν αὐτῷ δυσαχθέστερα ποιῶν ἐγκλήματα. οὔπω μὲν γὰρ τὸ οὕτω σεπτὸν