# Commentarii in Joannem 1.547

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.547

παιδευθέντες μυστήριον, εὔλογον ἂν ἐποιήσαντο τοῦ κολάζεσθαι τὴν παραίτησιν, καὶ τὸ μηδὲ ὅλως εἰδέναι προϊσχόμενοι, μετριωτέραν ἂν τὴν τοῦ κρίνοντος ὑπέμειναν κίνησιν. ἐγνώκοτες δὲ καὶ πολλάκις μυσταγωγούμενοι, εἶτα ταῖς ἀπειθείαις ὑβρίζοντες, πῶς οὐκ ἂν εἰκότως παντὸς ἀνῃρημένου λοιπὸν ἐλέου κολάζοιντο, καὶ πικροτάτην ἀποτίσειαν τῷ παρ' αὐτῶν ἠτιμασμένῳ τὴν δίκην; τοιοῦτόν τι καὶ αὐτὸς ἐπ' αὐτοῖς εἴρηκεν ὁ Σωτήρ "Εἰ μὴ γὰρ ἦλθον, φησὶ, "καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ πρό"φασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν." Παραφυλακτέον τοιγαροῦν, μᾶλλον δὲ παραιτητέον, ὡς θανάτου πρόξενον τὸ δυσήκοον, καὶ ζωῆς παρεκτικὴν τὴν πίστιν ἡγώμεθα τὴν ἐφ' οἷς ἂν διδάσκῃ Χριστός. διαφευξόμεθα γὰρ οὕτω τὸ μετ' ἐκείνων κολάζεσθαι. προστίθησι δὲ ὅτι καὶ ἐν τῇ Καφαρναοὺμ ταῦτα λελάληκεν ὁ Χριστὸς, ἵνα φαίνηται μεμνημένος ἀκριβῶς. ὁ γὰρ εἰδὼς καὶ τόπον καὶ κώμην, πῶς ἂν ἁμάρτοι περὶ τὴν τῶν διδαχθέντων ἐξήγησιν; Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς. Τοῦτο τοῖς ἀνοήτοις ἔθος· ἀεὶ γὰρ τῶν μαθημάτων καταιτιῶνται τὰ λεπτότερα, καὶ τὴν ὑψηλοτέραν ἢ κατ' αὐτοὺς θεωρίαν ἀμαθῶς διασύρουσιν, ἐπεὶ μὴ νοοῦσιν αὐτοί· καίτοι μᾶλλον ἐχρῆν μανθάνειν ἐπείγεσθαι, καὶ τοῖς λαλουμένοις συναπολεπτύνεσθαι φιλεῖν, οὐκ ἐκ τῶν ἐναντίων τῶν οὕτω σοφῶν κατεξανίστασθαι λόγων, καὶ σκληρὸν ἀποκαλεῖν, ὃ καὶ θαυμάζεσθαι πρέπει. πάσχουσι γάρ τι τοιοῦτον, ὁποῖόν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
