# Commentarii in Joannem 1.554

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.554

θεοπνεύστοις γραφαῖς καλεῖται καὶ ὁ Υἱὸς, διὰ τῶν ὑποτεταγμένων εἰσόμεθα. γράφει τοίνυν ὁ μακάριος Ἰωάννης περὶ αὐτοῦ "Οὗτός ἐστιν ὁ ἐλθὼν δι' ὕδατος καὶ πνεύματος "Ἰησοῦς Χριστὸς, οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλὰ καὶ ἐν τῷ "ὕδατι καὶ τῷ πνεύματι, καὶ τὸ πνεῦμά ἐστι τὸ μαρτυροῦν, "ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια." ἰδοὺ γὰρ πνεῦμα τὴν ἀλήθειαν ὀνομάζει, καίτοι βοῶντος διαῤῥήδην τοῦ Χριστοῦ "Ἐγώ εἰμι ἡ ἀλήθεια·" Παῦλος δὲ πάλιν ἡμῖν ἐπιστέλλων φησίν "Οἱ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς "δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα Θεοῦ "οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος "οὐκ ἔστιν αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα "νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιο"σύνην." ἰδοὺ γὰρ δὴ πάλιν ἐν τούτοις τὸ τοῦ Θεοῦ Πνεῦμα κατοικεῖν ἐν ἡμῖν ἀποφηνάμενος, αὐτὸν εἴρηκεν ἐν ἡμῖν εἶναι τὸν Χριστόν. ἀδιαίρετον γὰρ τοῦ Υἱοῦ τὸ Πνεῦμα αὐτοῦ, κατά γε τὸν ἐν ταυτότητι φύσεως λόγον, εἰ καὶ νοοῖτο ὑπάρχειν ἰδιοσυστάτως. διὰ τοῦτο πολλάκις ἀδιαφορεῖ, ποτὲ μὲν τὸ Πνεῦμα, ποτὲ δὲ ἑαυτὸν ὀνομάζων. Ἀλλ' εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν· ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. καὶ ἔλεγε Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου. Ἐν τούτῳ δὴ πάλιν ἐστὶ διαῤῥήδην ὁρᾶν πληρούμενον τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν προκεκηρυγμένον "Ἀκοῇ "ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ "οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
