# Commentarii in Joannem 1.567

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.567

ἡλίοις, καὶ κυπρίζουσι μὲν ἀμπελῶνες, ταῖς δὲ τῶν ἀνθέων εὐοσμίαις ὁ γηπόνος ἐντρυφᾷ, καὶ ποηφορεῖ μὲν πεδία, τοῖς δὲ τῶν ἀσταχύων ὀχμοῖς ὅλαι φρίττουσιν ἄρουραι, κατά τινας τῶν παρ' Ἕλλησι ποιητῶν· ὅτε παρῆλθεν ὁ χειμὼν, κατὰ τὸ γεγραμμένον, ἐπορεύθη δὲ καὶ ὁ ὑετὸς ἑαυτῷ, ὅτε τῆς τομῆς ἔφθασεν ὁ καιρός. ταῦτα δὲ πάντα νοήσεις πνευματικῶς, καὶ χειμῶνα μὲν ἐκλείψει καὶ ὑετὸν παρελάσαντα, τοὺς ἐκ διαβολικῆς τυραννίδος ἐπισκήπτοντας πειρασμοὺς, καὶ τὴν κατὰ πάντων πλεονεξίαν· λέλυται γὰρ ἡ τῶν δαιμόνων ἰσχὺς ἐν ἡμέραις Χριστοῦ. ἥλιος δὲ ἡμῖν ἀνέτειλεν ὁ λαμπρὸς, αὐτὸς δηλονότι περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατήρ "Καὶ ἀνατελεῖ ὑμῖν ἥλιος δικαιοσύνης," τοὺς ἀπεψυγμένους εἰς ἁμαρτίαν, τῇ τοῦ Πνεύματος ζέσει καταθάλπων εἰς δικαιοσύνην· ἀμπέλους δὲ πάλιν τὰς νοητὰς, καὶ ἄνθη τὰ πνευματικὰ, καὶ ἀστάχυας ἐπὶ τούτοις, τοὺς ἁγίους νοήσεις, πολυτρόπῳ τῇ εἰς Θεὸν εὐσεβείᾳ διαπρέποντας, καὶ πολυειδῆ τῆς ἀρετῆς ἀναβρύοντας τὸν καρπόν· εἰπεῖν δὲ ὡς ἐν συντόμῳ λοιπὸν ἀναγκαῖον· ἀνθοκομεῖ τὸ ἔαρ, καὶ χλοηφορεῖν μὲν ἅπασαν παρασκευάζει τὴν γῆν, καταστέφει δὲ νέῳ τοὺς λειμῶνας βλάστῳ, καὶ πρέμνα τὰ πάλαι ξηρὰ διὰ τὴν τοῦ χειμῶνος ἀφόρητον ὕβριν ἀνηβᾶν ἀναπείθει, καὶ πρὸς ὄψιν ἄγει τὴν ἀμείνονα, καὶ φύλλῳ μὲν τῷ συνήθει περιανθίζεσθαι ποιεῖ, καρποῖς δὲ τοῖς κατὰ φύσιν φιλοτιμεῖσθαι παρασκευάζει τὸν ἐφεστῶτα γηπόνον. τοιοῦτόν τι καὶ ἐφ' ἡμῶν γεγενημένον εὑρήσομεν· οἱ γὰρ πάλαι ξηροὶ διὰ τὴν ἐφ' ἡμᾶς βασιλεύουσαν ἁμαρτίαν, καὶ καρπῶν ἔρημοι τῶν εἰς ἀρετὴν, ἀνεθάλομεν εἰς δικαιοσύνην διὰ Χριστοῦ, καὶ τὸν διὰ πίστεως ἤδη καρπὸν ἀρτιφανῆ τε καὶ νέον τῷ τῶν πνευμάτων γηπόνῳ προσκομίζομεν· οὕτω τε νοοῦμεν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
