# Commentarii in Joannem 1.570

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.570

εἰς ἀδρανῆ πεσόντες δειλίαν οἱ κεκελευσμένοι, καὶ ῥώμαις ταῖς ἑαυτῶν ἀναθέντες τὸ κατορθοῦν, καὶ οὐχὶ μᾶλλον ταῖς ἄνωθεν ἐπικουρίαις ἐπιθαρσήσαντες, καθίσαντες ἔκλαιον παρὰ τὸ ὄρος, καθὰ γέγραπται· ἐπὶ τούτοις εἰκότως ὁ νομοθέτης ἐξεπικραίνετο, καὶ ἠπείλει λοιπὸν οὐδὲ ἀποίσειν εἰς τὴν γῆν τῆς ἐπαγγελίας αὐτούς. καταδηχθέντες δὲ μόλις τῆς ἀπειλῆς, καὶ εἰς μετάγνωσιν ἐνεχθέντες οὐκ εὔκαιρον, ἀναβαίνειν ἐπεχείρουν, ἐκ παρακοῆς δευτέρας, ὅπλα κατὰ τῶν Ἀμοῤῥαίων ἁρπάσαντες. ἀλλὰ προηγόρευε Θεὸς τὰ ἐσόμενα διὰ Μωυσέως· εἶπε γὰρ "αὐτοῖς Οὐκ ἀναβήσεσθε," φησὶ, "καὶ οὐ μὴ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν "ὑμῶν, οὐ γάρ εἰμι μεθ' ὑμῶν." πανταχῆ δὲ νοσοῦντες τὸ δυσήκοον, καὶ παραβιασάμενοι ἀνέβαινον εἰς τὸ ὄρος, καθὰ γέγραπται. ἀλλ' ἡ κιβωτὸς, φησὶ, τοῦ Θεοῦ οὐκ ἀνέβη μετ' αὐτῶν· ἔμεινε γὰρ ἐν τῇ παρεμβολῇ. ὁρᾷς ὅτι Θεοῦ λέγοντος Οὐκ εἰμὶ μεθ' ὑμῶν, οὐ συναναβαίνει τοῖς ἀπειθοῦσιν ἡ κιβωτὸς, αὐτὸ σαφῶς τοῖς εὐμαθεστέροις ἐπιδεικνύουσα, τὸ τάξιν ἐπέχειν τοῦ καθηγεμόνος Θεοῦ; ἀλλὰ καὶ κύκλῳ τῆς Ἱεριχοῦς διὰ τῶν ἱερέων ἐβαστάζετο, καὶ τὸ ὑψηλὸν αὐτῆς κατέπεσε τεῖχος, οὐχ ἑλεπόλεις ἐπιστήσασα καὶ κριοὺς, διὰ σαλπίγγων δὲ μᾶλλον καὶ φωνῆς· ὅπερ ὂν ἀληθὲς ἐν Χριστῷ πάλιν εὑρήσομεν. αὐτὸς γάρ ἐστιν ὁ τοῖς ἱεροῖς καὶ ἁγίοις ἀνδράσιν ἐποχούμενος, καὶ πᾶσαν τοῦ διαβόλου καταστρέφων ἰσχὺν, οὐχ ὅπλοις, ἀλλὰ κραυγῇ καὶ σάλπιγγι, τουτέστιν, ἀποστολικοῖς τε καὶ εὐαγγελικοῖς κηρύγμασι, καὶ συναινέσει τῇ παρὰ παντὸς τοῦ λαοῦ, ἐν ὀρθότητι πίστεως τὸν ἴδιον ὁμολογοῦντος Δεσπότην. ὃ καὶ ἐν ταῖς μυστικαῖς δοξολογίαις ὁρῶμεν ἀποπληρούμενον, προαναφωνούσης τοῦ λαοῦ σάλπιγγος ἱερατικῆς, ἣ καὶ ἐν τῇ τοῦ λειτουργοῦντος νοεῖται φωνῇ, πίπτει δὲ οὕτω καὶ συντρί-

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
