Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.571
Not analysed yet
βεται τῶν ἐναντίων ἡ δύναμις· "Τὰ γὰρ ὅπλα ἡμῶν οὐ "σαρκικὰ, κατὰ τὸν Παῦλον, ἀλλὰ δυνατὰ τῷ Θεῷ." ὅτι δὲ τοῖς ἁγίοις ἐποχεῖται τρόπον τινὰ καὶ ἐπίκειται Χριστὸς, σαφηνιεῖ μὲν λέγων καὶ ὁ προφήτης Ἀμβακούμ "Ὅτι ἐπι"βήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία·" διδάξει δὲ οὐδὲν ἧττον καὶ αὐτὸς ὁ Σωτῆρ πρὸς τὸν Ἀνανίαν περὶ τοῦ Παύλου λέγων "Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μου "ἐστὶν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον πάντων "τῶν ἐθνῶν." Ἀλλὰ "καὶ εἰσοίσεις τὴν τράπεζαν, ἐπὶ τούτοις φησὶ, καὶ "προθήσεις τὴν πρόθεσιν αὐτῆς, καὶ εἰσοίσεις τὴν λυχνίαν "καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς." νοήσεις δὲ δι' ἀμφοῖν τὸν Χριστόν· συσχηματίζεται γὰρ ἐν τραπέζης τρόπῳ προκειμένους ἐχούσης τοὺς ἄρτους, διὰ τὸ ἐν αὐτῷ πάντας εἰς ζωὴν αἰώνιον ἀποτρέφεσθαι, μετασχόντας δηλονότι τῆς ἁγίας αὐτοῦ σαρκὸς, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ "Ἐγώ εἰμι ὁ "ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ "κόσμῳ. ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς "τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μου ἐστὶν "ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς." οὐκοῦν τῆς τραπέζης ἡ πρόθεσις, τουτέστιν οἱ ἄρτοι, τὸ ἅγιον σημαίνουσι σῶμα Χριστοῦ, τὸ πάντας εἰς ζωὴν ἀποτρέφον τὴν αἰώνιον. ἐπειδὴ δὲ ὁ μακάριος Δαυεὶδ καὶ οἱ σὺν αὐτῷ πεινάσαντες, καθὰ γέγραπται, τοὺς ἄρτους τῆς προθέσεως ἔφαγον, ἴδωμεν εἰ μή τι καὶ διὰ τούτου μυστικὸν ἀνεγράφετο. οὐκ ἐξῆν ἀπογεύσασθαι τῶν τῆς προθέσεως ἄρτων, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι, κατὰ διάταξιν νομικήν· ἀλλ' οὐκ ὄντες ἐκ φυλῆς ἱερατικῆς Δαυείδ τε καὶ οἱ σὺν αὐτῷ, τῆς ἱερωτάτης ἥπτοντο τροφῆς· ἵνα διὰ τούτου πάλιν ἡ τῶν ἐθνῶν πίστις καὶ ἀπὸ