# Commentarii in Joannem 1.572

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.572

μέρους τῶν ἐξ Ἰσραὴλ σημαίνηται. ὠφείλετο μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ ὁ Χριστὸς, ὡς ἱερωτέροις "διὰ τοὺς πατέρας" καὶ τὸν νόμον, ἀλλ' ἐπεισδραμοῦσα τρόπον τινὰ, καίτοι διὰ τὴν πλάνην ἀνίερος οὖσα τῶν ἀλλογενῶν ἡ πληθὺς, ἔφαγε τὸν ἄρτον τῆς ζωῆς, συμπαρόντος αὐτῇ τοῦ Δαυεὶδ, καὶ ὥσπερ τινὰ τύπον ἀποπληροῦντος τῶν ἀνασεσωσμένων ἐξ Ἰσραὴλ, ὅπερ καὶ ὁ μακάριος Ἡσαΐας ὀνομάζει κατάλειμμα. πολλοὶ γὰρ ἐξ αὐτῶν πεπιστεύκασι τῷ Χριστῷ. Οὕτω μὲν οὖν διὰ τῆς ἁγίας τραπέζης νοηθήσεται Χριστός. λυχνία δὲ πάλιν, ὡς ὅλῃ φαίνων τῇ οἰκίᾳ, τουτέστι τῷ κόσμῳ· "Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου," φησίν· ἑπτὰ δὲ τοὺς λύχνους καὶ οὐχ ἕνα λαμβάνει· φωτίζει γὰρ πολυτρόπως καὶ διαφόροις καταλαμπρύνει χαρίσμασι τὰς τῶν πιστευόντων ψυχάς· γίγνεται δὲ πάλιν ἐκ χρυσίου καθαροῦ, διὰ τὸ ὑπὲρ πάντας καὶ τίμιον. ἀλλὰ καὶ στερεὸν ἔχει τὸν καυλόν· γέγραπται γὰρ οὕτω· διάκενον γὰρ, ἀλλ' οὐδὲ κοῦφον, οὐδὲν ἐν Χριστῷ. ἔχει δὲ καὶ κρίνα διὰ τὴν εὐωδίαν τὴν ἐν ἁγιασμῷ, κατὰ τό "Ἐγὼ ἄνθος τοῦ πεδίου, "κρίνον τῶν κοιλάδων." καὶ αὗται δὲ πάλιν αἱ ἐπαρυστρίδες τὰς τῶν θείων χαρισμάτων χορηγίας σημαίνουσι. δύο γεμὴν κλάδους ἐλαιῶν ὁρᾶσθαι περὶ αὐτὴν ὁ προφήτης Ζαχαρίας διισχυρίσατο, ἵνα δύο νοῇς τοὺς ἠλεημένους λαοὺς, οὓς καὶ τῆς πιότητος ἀπεκάλεσεν υἱοὺς, παρεστάναι τε λέγει τῷ Κυρίῳ πάσης τῆς γῆς, καίτοι περὶ τὴν λυχνίαν τεθεωρημένων τῶν κλάδων, ἐναργεστάτην ἀπόδειξιν διὰ τούτου ποιούμενος, ὅτιπερ ἡ λυχνία Χριστὸς, δι' ὑπακοῆς καὶ πίστεως ἑαυτῷ παραστήσας τόν τε ἐξ ἐθνῶν καὶ τὸν ἐκ τῶν Ἰουδαίων λαόν. Εἶτα τούτοις ἐπιλέγει πολυτρόπως ἡμῖν κατασημαίνων

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
