# Commentarii in Joannem 1.573

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.573

αὐτόν "Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ "θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ, καὶ ἐπιθήσεις κάλυμμα κατα"πετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ "τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὴν θύραν "τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ περιθήσεις τὴν σκηνὴν, καὶ "πάντα τὰ ἐν αὐτῇ ἁγιάσεις κύκλῳ." ἐπιτηρητέον γὰρ, ὅπως καὶ δι' ἀμφοῖν ἡμῖν τοῖν θυσιαστηρίοιν ὁ Χριστὸς καταγράφεται. ἀποτεθῆναι γὰρ διατεταχὼς τὸ θυσιαστήριον τὸ χρυσοῦν, ἐν ᾧ τὸ θυμίαμα κατέναντι τῆς κιβωτοῦ, καλύμματα δὲ διὰ μέσου ταῖς τῆς σκηνῆς περιτείνεσθαι θύραις εἰπὼν, ὡς ἂν μὴ τὰ ἔνδον ὁρῷτο, καὶ τὸ τῶν καρπωμάτων θυσιαστήριον παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου κεῖσθαι κελεύει, οὐκ ἀσυμφανὲς ἢ διαλανθάνον· ἔξω γὰρ ἦν τοῦ καταπετάσματος. ὅρα τοίνυν αὐτὸν, διὰ μὲν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντα τῷ Θεῷ καὶ Πατρί· τοῦτο γὰρ ὑποδηλοῖ τὸ θυμίαμα· διὰ δὲ τοῦ θυσιαστηρίου τῶν καρπωμάτων, ὡς θῦμα καὶ σφάγιον ὑπὲρ ἡμῶν προσαγόμενον. ἐκρύπτετο δὲ διὰ τοῦ καταπετάσματος τὸ χρυσοῦν θυσιαστήριον· κεκρυμμένη γὰρ ἦν ἡ δόξα Χριστοῦ· ἐμφανὲς δὲ τὸ ἕτερον τὸ τῶν καρπωμάτων, ἐν ᾧ τὰ σφάγια· φανερὸς γὰρ ὁ Χριστοῦ θάνατος καὶ πᾶσι γνώριμος. κεῖται γεμὴν οὐκ ἀδιακρίτως· τὸ μὲν γὰρ ἀπέναντι τῆς κιβωτοῦ, τὸ δὲ παρὰ τὰς θύρας τῆς σκηνῆς. καὶ τὸ μὲν ἀπέναντι τῆς κιβωτοῦ τὸ χρυσοῦν κεῖσθαι θυσιαστήριον, οἱονεὶ τὸ ἐν ὄψει τοῦ Θεοῦ καὶ Πατρὸς, θαυμαστὴν εἶναι τὴν δόξαν τοῦ Υἱοῦ δι' αἰνίγματος ὑποδηλοῖ, κατὰ τό "Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ." τὸ δὲ πρὸς αὐταῖς κεῖσθαι ταῖς θύραις τῆς σκηνῆς τὸ τῶν καρπωμάτων θυσιαστήριον, τύπον ἐπέχον τοῦ θανάτου αὐτοῦ καὶ τῆς ὑπὲρ πάντων σφαγῆς, σημαίνει πάλιν μὴ ἑτέρως δύνα-

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
