# Commentarii in Joannem 1.576

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.576

κατὰ ταὐτόν. ἔδει γὰρ καὶ πιστεύειν καὶ νοεῖν· καὶ οὐκ ἐπείπερ ἐστὶ πίστει παραδεκτὰ τὰ θειότερα, διὰ τοῦτο χρὴ πάντως τῆς ἐπ' αὐτοῖς ἐρεύνης ὁλοκλήρως ἀποφοιτᾶν, πειρᾶσθαι δὲ μᾶλλον καὶ γοῦν εἰς μετρίαν ἀναβαίνειν γνῶσιν, τὴν ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καθάπερ ὁ Παῦλός φησιν. εὖ δὲ δὴ πάλιν οὐ πρότερον ἐγνωκέναι φασὶν, εἶτα πιστεύειν, ἀλλὰ προθέντες τὴν πίστιν, δευτέραν τὴν γνῶσιν ἐπάγουσι. μετὰ γὰρ τὴν πίστιν ἡ γνῶσις, καὶ οὐ πρὸ τῆς πίστεως, κατὰ τὸ γεγραμμένον "Ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ "συνῆτε." προκατατεθείσης γὰρ ἐν ἡμῖν κρηπῖδός τινος δίκην τῆς ἀπεριεργάστου πίστεως, ἐποικοδομεῖται λοιπὸν ἡ γνῶσις κατὰ βραχὺ, καὶ "εἰς μέτρον ἡλικίας" ἡμᾶς ἀναφέρουσα τῆς ἐν Χριστῷ, καὶ "εἰς ἄνδρα τέλειον" καὶ πνευματικόν. διά τοι τοῦτο καὶ ὁ Θεός που φησίν "Ἰδοὺ ἐγὼ "ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον ἐκλεκτὸν ἀκρογωνι"αῖον ἔντιμον." ἀρχὴ γὰρ ἡμῖν καὶ θεμέλιος εἰς ἁγιασμὸν καὶ δικαιοσύνην ὁ Χριστὸς, διὰ πίστεως δὲ δηλονότι, καὶ οὐχ ἑτέρως· οὕτω γὰρ ἐν ἡμῖν ἐνοικίζεται. Ἐπιτήρει δὲ ὅπως πανταχῆ μοναδικῶς καὶ προτεταγμένου τοῦ ἄρθρου φασί Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, τῶν μὲν ἐν χάριτι κεκλημένων εἰς υἱοθεσίαν ὡς ἕνα καὶ ἐξαίρετον ὑπεξάγοντες τὸν ἀληθῶς Υἱὸν, οὗ καθ' ὁμοιότητα καὶ ἡμεῖς υἱοί. καὶ τὸν Χριστὸν δὲ πάλιν ἀποκαλοῦσιν αὐτὸν ὡς ἕνα· πλὴν ἰστέον ὅτι Χριστὸς οὐκέτι καλεῖται δι' ἑαυτὸν, ἢ ὡς τοῦτο ὑπάρχων οὐσιωδῶς, ὥσπερ οὖν ἔσται καὶ Υἱὸς, ἀλλ' εἷς μὲν ὄντως καὶ ἐξαιρέτως· οὐδεὶς γὰρ ἐν χριστοῖς ὡς αὐτὸς, πλὴν καθ' ὁμοιότητα τὴν ὡς πρὸς ἡμᾶς ὀνομάζεται Χριστός· κύριον μὲν γὰρ αὐτῷ καὶ ἀφωρισμένον ἰδικῶς ὄνομά τε καὶ πρᾶγμα κατ' ἀλήθειαν, τό Υἱὸς, κοινὸν δὲ ὡς πρὸς ἡμᾶς τό Χριστός. ἐπειδὴ γὰρ ἐχρίσθη καθὸ γέγονεν ἄνθρωπος, διὰ τοῦτο Χριστός. οὐκοῦν εἰ τὸ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
