# Commentarii in Joannem 1.582

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.582

ρῶντος μέρεσιν· οὕτω τοιγαροῦν ἐχόντων ἡμῖν τῶν εἰρημένων, πρὸς αὐτῷ κειμένην εὑρήσομεν τῷ βοῤῥᾷ τὴν τῆς Ἰουδαίων γείτονα Γαλιλαίαν, τουτέστι, τὴν τῶν ἐθνῶν χώραν, κατὰ τὸ γεγραμμένον "Γαλιλαία τῶν ἐθνῶν." ἐπειδὴ δὲ ἔμελλεν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς μετὰ τὸ σωτήριον πάθος τῆς μὲν τῶν Ἰουδαίων ἀπανίστασθαι χώρας, ἀφικέσθαι δὲ εἰς τὴν Γαλιλαίαν, τουτέστι, πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἐκ πλαγίων ἐσφάζετο τοῦ θυσιαστηρίου τὸ ἐν τύπῳ ληφθὲν εἰς θυσίαν πρόβατον, ἵνα ὑποβλέψῃ πρὸς βοῤῥᾶν, κατ' ἐκεῖνο τὸ εἰρημένον ὑπὸ τοῦ ψαλμῳδοῦ περὶ Χριστοῦ "Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὰ ἔθνη ἐπιβλέπουσιν." Ἐπειδὴ δὲ καὶ παραιτεῖσθαί φησιν ὁ μακάριος Εὐαγγελιστὴς τὸ συνεῖναι τοῖς Ἰουδαίοις αὐτὸν, ἐπείπερ αὐτὸν ἀνελεῖν ἐβουλεύοντο, τοῖς εἰρημένοις ἐκεῖνο προσθήσομεν, ὡς οὐ δειλίας ἔγκλημα τὴν ἀναχώρησιν λογιούμεθα τοῦ Χριστοῦ, ἀλλ' οὐδὲ ἀσθενείας διὰ τοῦτο κατηγορήσομεν τοῦ πάντα ἰσχύοντος, τὸν δὲ τῆς οἰκονομίας ἀποδεξόμεθα τρόπον· ἔδει γὰρ οὐ πρόωρον, ἀλλ' ἐν καιρῷ τῷ ἰδίῳ τὸν ὑπὲρ πάντων ὑπομεῖναι σταυρόν. Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖς· οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. οὐδὲ γάρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Οὔπω τὸν ἐνοικήσαντα τῇ ἁγίᾳ σαρκὶ Θεὸν Λόγον ἐπιγινώσκοντες οἱ νομισθέντες τοῦ Σωτῆρος ἀδελφοὶ, ἀλλ' οὐδὲ εἰδότες κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν τὰ τοιαῦτά φασιν, ὅτι

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
